Παρασκευή 23 Οκτωβρίου 2015

ΑΠΟΛΥΤΙΚΙΑ ΣΥΝΗΘΗ



ΑΠΟΛΥΤΙΚΙΑ
ΑΠΟΛΥΤΙΚΙΑ ΑΝΑΣΤΑΣΙΜΑ ΚΑΙ ΘΕΟΤΟΚΙΑ
Ἀπολυτίκιον Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι ζωοδότα· Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.
Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῷν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Ἀπολυτίκιον Ἦχος β'
τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Θεοτοκίον
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἦχος γ' Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διά σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἦχος Πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπολυτίκιον Ἦχος πλ. β'
 γγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Θεοτοκίον
τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

Ἀπολυτίκιον Ἦχος βαρὺς
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Θεοτοκίον
ς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.
Ἀπολυτίκιον Ἦχος Πλ. δ'
 ξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν, Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.
Θεοτοκίον
δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

ΑΠΟΛΥΤΙΚΙΑ  ΔΕΣΠΟΤΙΚΩΝ ΕΟΡΤΩΝ
Τοῦ Σταυροῦ (14 ΣΕΠΤΕΜΒΡΙΟΥ)
Απολυτίκιο ἧχος Α΄
Σῶσον Κύριε τον λαόν σου και εὐλόγησον την κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατά βαρβάρων δωρούμενος και τό σόν φυλάττων διά τοῦ Σταυροῦ σου πολίτευμα

ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ (25 Δεκεμβρίου)
Ἀπολυτίκιο  Ἦχος δ'
 γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντό, Σέ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καί Σέ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι..

ΤΩΝ ΘΕΟΦΑΝΙΩΝ (6 Ἰανουαρίου)
Ἀπολυτίκιο Ἦχος Α΄
ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστεράς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεῖς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Του Αγίου Πάσχα ήχος πλ.Α΄
Χριστός ἀνέστη ἐκ νεξρῶν , θανάτῳ θάνατον πατήσας καί τοῖς ἐν τοῖς μνήμασι ζωήν χαρισάμενος

ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ (40 ἡμέρες μετά το Πάσχα)
Ἀπολυτίκιο  Ἦχος δ'
νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἰ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.

ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ
(50 ἡμέρες ἀπό τό Πάσχα)
Ἀπολυτίκιο Ἦχος πλ. δ'
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

ΤΗΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ (6 Αὐγούστου)
Ἀπολυτίκιο  Ἦχος βαρύς
Μετεμορθώθης ἐν τῷ ὅρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο, Λᾶμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι

ΑΠΟΛΥΤΙΚΙΑ ΘΕΟΜΗΤΟΡΙΚΩΝ ΕΟΡΤΩΝ
ΤΗΣ ΓΕΝΝΗΣΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ (8 Σεπτεμβρίου )
Ἀπολυτίκιο  Ἦχος δ'
γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατᾶραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

ΤΩΝ ΕΙΣΟΔΙΩΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ (21 Νοεμβρίου)
Ἀπολυτίκιο  Ἦχος δ’
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται, αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν, Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

ΤΗΣ ΥΠΑΠΑΝΤΗΣ (2 Φεβρουαρίου)
Ἀπολυτίκιο  Ἦχος α'
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.

ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΜΟΥ (25 ΜΑΡΤΊΟΥ)
Ἀπολυτίκιο  Ἦχος δ'
Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ' αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ σὺν αὐτῷ τῇ Θεοτόκω βοήσωμεν, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετά σου.

ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
Ἀπολυτίκιο Ἦχος Α΄
ν τῇ Γεννήσει τήν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τόν κόσμον οὐ κατέλιπες Θεοτόκε∙ μετέστης πρός τήν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καί ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τάς ψυχάς ἡμῶν
ΥΜΝΟΙ ΔΙΑΦΟΡΩΝ ΑΓΙΩΝ
Των Παμμεγίστων Ταξιαρχῶν
Απολυτίκιο. Ἦχος δ'
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμέν ὑμᾶς ἀεί ἡμεῖς οἱ ἀνάξιοι, ἴνα ταῖς ὑμῶν δεήσεσι τειχίσῃτε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καί βοῶντας∙ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων

Τοῦ Ἁγίου Ἰωάννου τοῦ Προδρόμου(7 Ἰανουαρίου-)
Ἀπολυτίκιο. Ἦχος β'
Μνήμη δικαίου μετ' ἐγκωμίων, σοὶ δέ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε, ἀνεδείχθης γάρ ὄντως καί Προφητῶν σεβασμιώτερος, ὅτι καί ἐν ῥείθροις βαπτῖσαι κατηξιώθης τόν κηρυττόμενον. Ὄθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καί τοῖς ἐν ἅδῃ, Θεόν φανερωθέντα ἐν σαρκί, τόν αἴροντα τήν ἁμαρτίαν τοῦ κόσμου, καί παρέχοντα ἡμῖν τό μέγα ἔλεος.

Τῶν Ἁγ.Ἀποστόλων(30 Ἰουνιου)
Ἀπολυτίκιο. Ἦχος γ'
πόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ ἴνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν

Τῶν ἁγίων Μαρτύρων
Απολυτίκιο. Ἦχος δ'
Οἱ μάρτυρές σου Κύριε ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν∙ σχόντες γάρ την ἱσχύν σου τοὐς τυράννους κάθεῖλον, ἔθραυσαν και δαιμόνων τά ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστέ ὁ Θεός Σῶσον τάς ψυχάς ἡμῶν

Τῶν Τριῶν Ἱεραρχῶν
Απολυτίκιο. Ἦχος α'
Τοὺς τρεῖς μεγίστους φωστῆρας τῆς Τρισηλίου θεότητος, τοὺς τὴν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας, τοὺς μελιρρύτους ποταμοὺς τῆς σοφίας, τοὺς τὴν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας, Βασίλειον τὸν μέγαν, καὶ τὸν Θεολόγον Γρηγόριον, σὺν τῷ κλεινῷ Ἰωάννῃ, τῷ τὴν γλῶτταν χρυσορρήμονι, πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν, αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ὑμῶν ἀεῖ πρεσβεύουσιν.

Του Αγίου Μαξίμου και των  Πατέρων Ηχος πλ. δ΄
ρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε, καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, τῶν μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα, Μάξιμε σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας. Λύρα τοῦ Πνεύματος, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Του Αγίου Νικολάου ¨Ηχος δ
Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια. Διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια· Πάτερ Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Του Αγίου Κυπριανού΄ήχος δ΄
Κατά τρόπων μέτοχος και θρόνων διάδοχος των Αποστόλων γενόμενος την πράξιν εύρες θεόπνευστε εις θεωρίας επίβασιν, δια τούτο τον λόγον της αληθείας ορθοτομών, και τη πίστει ενήλθησας μέχρις αίματος, ιερομάρτυς Κυπριανέ, συν τη Αγία Ιουστίνη την σύναθλον σου πρεσβεύσατε Χριστώ τω Θεώ σωθήναι τας ψυχάς ημών.
Του Ἁγίου Σάββα και τῶν ἀσκητῶν
Ἀπολυτίκιο. Ἦχος πλ.δ'
Ταῖς τῶν δακρύων σου ροαῖς, τῆς ἐρήμου τό ἄγονον ἐγεώργησας, καί τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατόν τούς πόνους ἐκαρποφόρησας, καί γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι, Σάββα Πατήρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ημών.

Τοῦ Ἁγίου Νικολάου
Ἀπολυτίκιο. Ἦχος δ'
Κανόνα πίστεως, καί εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια, διά τοῦτο ἐκτήσω τῇ ταπεινώσει τά ὑψηλά, τῇ πτωχείᾳ τά πλούσια, Πάτερ, Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.

Τοῦ Ἁγ. Δημητρίου
Ἀπολυτίκιο. Ἦχος γ'
Μέγαν εὕρατο ἐv τοῖς κιvδύvοίς, σε ὑπέρμαχοv ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαρρύvας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος

Τοῦ Ἁγίου Γεωργίου
Άπολυτίκιο. Ἦχος δ'
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τῶν Ἁγίων Κωνσταντίνου και Ἑλένης
Ἀπολυτίκιο   Ἦχος πλ. δ'
Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο ἢν περίσωζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.

Τῶν ἁγίων ἀναργύρων
Ἀπολυτίκιο Ἦχος πλ. δ’
γιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
.
 Τῆς Ἁγίας Μαρίνης  καί τῶν μαρτύρων γυναικῶν
Ἀπολυτίκιο. Ἦχος δ'
ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ∙ Σέ νυμφίε μου ποθῶ, καί σέ ζητοῦσα ἀθλῶ, καί συσταυροῦμαι, καί συνθάπτομαι τῷ βαπτισμῷ σου, καί πάσχω διά σέ, ὡς βασιλεύσω σύν σοί, καί θνήσκω ὑπέρ σοῦ, ἴνα καί ζήσω ἐν σοί ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τήν μετά πόθου τυθεῖσάν σοι∙ αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τάς ψυχάς ἡμῶν

Της Ἁγίας Αἰκατερίνας
Ἀπολυτίκιο Ήχος πλ. α’
Τὴν πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερίναν τὴν θείαν καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν, ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψοὺς τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ μαχαίρᾳ, καὶ νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.

 Της  Αγίας Μαρίας της Αιγυπτίας
ν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα· λαβοῦσα γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττουσα ἐδίδασκες ὑπερορᾶν μὲν σαρκὸς παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται Ὁσία Μαρία τὸ πνεῦμά σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου