Δευτέρα 26 Οκτωβρίου 2015
ΣΧΟΛΙΚΗ ΕΟΡΤΗ ΓΙΑ ΤΗΝ ΕΘΝΙΚΗ ΕΠΕΤΕΙΟ ΤΗΣ 28ΗΣ ΟΚΤΩΒΡΙΟΥ 1940 ΚΑΙ ΤΗΝ ΣΗΜΑΙΑ
Παρασκευή 23 Οκτωβρίου 2015
ΑΠΟΛΥΤΙΚΙΑ ΣΥΝΗΘΗ
ΑΠΟΛΥΤΙΚΙΑ
ΑΠΟΛΥΤΙΚΙΑ ΑΝΑΣΤΑΣΙΜΑ
ΚΑΙ ΘΕΟΤΟΚΙΑ
Ἀπολυτίκιον Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν
Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος
Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων
σοι ζωοδότα· Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ
οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.
Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς
ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῷν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι
ἡμᾶς διὰ τοῦ τόκου σου.
Ἀπολυτίκιον Ἦχος β'
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ
ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς
τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων
ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Θεοτοκίον
Πάντα ὑπὲρ ἔννοιαν, πάντα
ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ
φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον Ἦχος γ' Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος,
ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν
νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα
ἔλεος.
Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ
γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ
προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα,
ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν
ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη
Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ
Ἀγγέλοις ἄγνωστον μυστήριον, διά σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν
ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι'
οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον Ἦχος Πλ.
α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ
Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ
προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον
ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος,
χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ
Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ
ἐλλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπολυτίκιον Ἦχος πλ.
β'
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες
ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα.
Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος
τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Θεοτοκίον
Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα
ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν
Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ
πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.
Ἀπολυτίκιον Ἦχος
βαρὺς
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον,
ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς
σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ
τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα,
τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ
γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου
Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.
Ἀπολυτίκιον Ἦχος Πλ.
δ'
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς
ἐλευθερώσῃς τῶν παθῶν, Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.
Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου,
καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν
δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν
σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον
Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
ΑΠΟΛΥΤΙΚΙΑ ΔΕΣΠΟΤΙΚΩΝ ΕΟΡΤΩΝ
Τοῦ Σταυροῦ (14
ΣΕΠΤΕΜΒΡΙΟΥ)
Απολυτίκιο ἧχος Α΄
Σῶσον Κύριε τον λαόν σου και
εὐλόγησον την κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατά βαρβάρων δωρούμενος
και τό σόν φυλάττων διά τοῦ Σταυροῦ σου πολίτευμα
ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ (25
Δεκεμβρίου)
Ἀπολυτίκιο Ἦχος δ'
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς
τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος
ἐδιδάσκοντό, Σέ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καί Σέ γινώσκειν ἐξ
ὕψους ἀνατολήν, Κύριε δόξα σοι..
ΤΩΝ ΘΕΟΦΑΝΙΩΝ (6
Ἰανουαρίου)
Ἀπολυτίκιο Ἦχος Α΄
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ
τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι,
ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστεράς, ἐβεβαίου τοῦ
λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεῖς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
Του Αγίου Πάσχα ήχος
πλ.Α΄
Χριστός ἀνέστη ἐκ νεξρῶν , θανάτῳ
θάνατον πατήσας καί τοῖς ἐν τοῖς μνήμασι ζωήν χαρισάμενος
ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ (40
ἡμέρες μετά το Πάσχα)
Ἀπολυτίκιο Ἦχος δ'
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς
ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων
αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἰ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.
ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΚΑΙ
ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ
(50 ἡμέρες ἀπό τό
Πάσχα)
Ἀπολυτίκιο Ἦχος πλ.
δ'
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ
πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι'
αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.
ΤΗΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ (6
Αὐγούστου)
Ἀπολυτίκιο Ἦχος βαρύς
Μετεμορθώθης ἐν τῷ ὅρει Χριστὲ ὁ
Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο, Λᾶμψον καὶ ἡμῖν
τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα
σοι
ΑΠΟΛΥΤΙΚΙΑ
ΘΕΟΜΗΤΟΡΙΚΩΝ ΕΟΡΤΩΝ
ΤΗΣ ΓΕΝΝΗΣΕΩΣ ΤΗΣ
ΘΕΟΤΟΚΟΥ (8 Σεπτεμβρίου )
Ἀπολυτίκιο Ἦχος δ'
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε
πάσῃ τῇ οἰκουμένῃ, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς
ἡμῶν, καὶ λύσας τὴν κατᾶραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον,
ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.
ΤΩΝ ΕΙΣΟΔΙΩΝ ΤΗΣ
ΘΕΟΤΟΚΟΥ (21 Νοεμβρίου)
Ἀπολυτίκιο Ἦχος δ’
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ
προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ
Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται, αὐτῇ καὶ ἡμεῖς
μεγαλοφώνως βοήσωμεν, Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
ΤΗΣ ΥΠΑΠΑΝΤΗΣ (2
Φεβρουαρίου)
Ἀπολυτίκιο Ἦχος α'
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε,
ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς
ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν
ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.
ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΜΟΥ (25
ΜΑΡΤΊΟΥ)
Ἀπολυτίκιο Ἦχος δ'
Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ' αἰῶνος
Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ
τὴν χάριν εὐαγγελίζεται. Διὸ σὺν αὐτῷ τῇ Θεοτόκω βοήσωμεν, Χαῖρε Κεχαριτωμένη,
ὁ Κύριος μετά σου.
ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ
ΘΕΟΤΟΚΟΥ
Ἀπολυτίκιο Ἦχος Α΄
Ἐν τῇ Γεννήσει τήν παρθενίαν
ἐφύλαξας, ἐν τῇ Κοιμήσει τόν κόσμον οὐ κατέλιπες Θεοτόκε∙ μετέστης πρός τήν
ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καί ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ
θανάτου τάς ψυχάς ἡμῶν
ΥΜΝΟΙ ΔΙΑΦΟΡΩΝ ΑΓΙΩΝ
Των Παμμεγίστων
Ταξιαρχῶν
Απολυτίκιο. Ἦχος δ'
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι,
δυσωποῦμέν ὑμᾶς ἀεί ἡμεῖς οἱ ἀνάξιοι, ἴνα ταῖς ὑμῶν δεήσεσι τειχίσῃτε ἡμᾶς,
σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας,
ἐκτενῶς καί βοῶντας∙ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω
Δυνάμεων
Τοῦ Ἁγίου Ἰωάννου τοῦ
Προδρόμου(7 Ἰανουαρίου-)
Ἀπολυτίκιο. Ἦχος β'
Μνήμη δικαίου μετ' ἐγκωμίων, σοὶ δέ
ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε, ἀνεδείχθης γάρ ὄντως καί Προφητῶν
σεβασμιώτερος, ὅτι καί ἐν ῥείθροις βαπτῖσαι κατηξιώθης τόν κηρυττόμενον. Ὄθεν
τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καί τοῖς ἐν ἅδῃ, Θεόν φανερωθέντα
ἐν σαρκί, τόν αἴροντα τήν ἁμαρτίαν τοῦ κόσμου, καί παρέχοντα ἡμῖν τό μέγα
ἔλεος.
Τῶν Ἁγ.Ἀποστόλων(30
Ἰουνιου)
Ἀπολυτίκιο. Ἦχος γ'
Ἀπόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ
ἐλεήμονι Θεῷ ἴνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν
Τῶν ἁγίων Μαρτύρων
Απολυτίκιο. Ἦχος δ'
Οἱ μάρτυρές σου Κύριε ἐν τῇ ἀθλήσει
αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν∙ σχόντες γάρ την
ἱσχύν σου τοὐς τυράννους κάθεῖλον, ἔθραυσαν και δαιμόνων τά ἀνίσχυρα θράση.
Αὐτῶν ταῖς ἱκεσίαις Χριστέ ὁ Θεός Σῶσον τάς ψυχάς ἡμῶν
Τῶν Τριῶν Ἱεραρχῶν
Απολυτίκιο. Ἦχος α'
Τοὺς τρεῖς μεγίστους φωστῆρας τῆς
Τρισηλίου θεότητος, τοὺς τὴν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας,
τοὺς μελιρρύτους ποταμοὺς τῆς σοφίας, τοὺς τὴν κτίσιν πᾶσαν θεογνωσίας νάμασι
καταρδεύσαντας, Βασίλειον τὸν μέγαν, καὶ τὸν Θεολόγον Γρηγόριον, σὺν τῷ κλεινῷ
Ἰωάννῃ, τῷ τὴν γλῶτταν χρυσορρήμονι, πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί,
συνελθόντες ὕμνοις τιμήσωμεν, αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ὑμῶν ἀεῖ πρεσβεύουσιν.
Του Αγίου Μαξίμου και
των Πατέρων Ηχος πλ. δ΄
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας
διδάσκαλε, καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, τῶν μοναζόντων θεόπνευστον
ἐγκαλλώπισμα, Μάξιμε σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας. Λύρα τοῦ
Πνεύματος, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Του Αγίου Νικολάου
¨Ηχος δ
Κανόνα πίστεως καὶ εἰκόνα πραότητος,
ἐγκρατείας διδάσκαλον ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια. Διὰ
τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια· Πάτερ Ἱεράρχα
Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Του Αγίου
Κυπριανού΄ήχος δ΄Κατά τρόπων μέτοχος και θρόνων διάδοχος των Αποστόλων γενόμενος την πράξιν εύρες θεόπνευστε εις θεωρίας επίβασιν, δια τούτο τον λόγον της αληθείας ορθοτομών, και τη πίστει ενήλθησας μέχρις αίματος, ιερομάρτυς Κυπριανέ, συν τη Αγία Ιουστίνη την σύναθλον σου πρεσβεύσατε Χριστώ τω Θεώ σωθήναι τας ψυχάς ημών.
Του Ἁγίου Σάββα και
τῶν ἀσκητῶν
Ἀπολυτίκιο. Ἦχος
πλ.δ'
Ταῖς τῶν δακρύων σου ροαῖς, τῆς
ἐρήμου τό ἄγονον ἐγεώργησας, καί τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατόν τούς
πόνους ἐκαρποφόρησας, καί γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι,
Σάββα Πατήρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ημών.
Τοῦ Ἁγίου Νικολάου
Ἀπολυτίκιο. Ἦχος δ'
Κανόνα πίστεως, καί εἰκόνα
πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων
ἀλήθεια, διά τοῦτο ἐκτήσω τῇ ταπεινώσει τά ὑψηλά, τῇ πτωχείᾳ τά πλούσια, Πάτερ,
Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.
Τοῦ Ἁγ. Δημητρίου
Ἀπολυτίκιο. Ἦχος γ'
Μέγαν εὕρατο ἐv τοῖς κιvδύvοίς, σε
ὑπέρμαχοv ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν
ἔπαρσιν, ἐν τῷ σταδίῳ θαρρύvας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε,
Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος
Τοῦ Ἁγίου Γεωργίου
Άπολυτίκιο. Ἦχος δ'
Ὡς τῶν
αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός,
βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τῶν Ἁγίων
Κωνσταντίνου και Ἑλένης
Ἀπολυτίκιο Ἦχος πλ. δ'
Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ
θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν
βασιλεῦσιν Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο ἢν
περίσωζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.
Τῶν ἁγίων ἀναργύρων
Ἀπολυτίκιο Ἦχος πλ.
δ’
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί,
ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
.
Τῆς Ἁγίας
Μαρίνης καί τῶν μαρτύρων γυναικῶν
Ἀπολυτίκιο. Ἦχος δ'
Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ
φωνῇ∙ Σέ νυμφίε μου ποθῶ, καί σέ ζητοῦσα ἀθλῶ, καί συσταυροῦμαι, καί
συνθάπτομαι τῷ βαπτισμῷ σου, καί πάσχω διά σέ, ὡς βασιλεύσω σύν σοί, καί θνήσκω
ὑπέρ σοῦ, ἴνα καί ζήσω ἐν σοί ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τήν μετά πόθου
τυθεῖσάν σοι∙ αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τάς ψυχάς ἡμῶν
Της Ἁγίας Αἰκατερίνας
Ἀπολυτίκιο Ήχος πλ.
α’
Τὴν πανεύφημον νύμφην Χριστοῦ
ὑμνήσωμεν, Αἰκατερίναν τὴν θείαν καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ
ἀντίληψιν, ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψοὺς τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ
μαχαίρᾳ, καὶ νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.
Της Αγίας Μαρίας της Αιγυπτίας
Ἐν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ'
εἰκόνα· λαβοῦσα γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττουσα ἐδίδασκες
ὑπερορᾶν μὲν σαρκὸς παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου·
διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται Ὁσία Μαρία τὸ πνεῦμά σου.
ΣΥΝΗΘΕΙΣ ΙΕΡΑΤΙΚΕΣ ΕΚΦΩΝΗΣΕΙΣ
ΣΥΝΗΘΕΙΣ ΙΕΡΑΤΙΚΕΣ ΕΚΦΩΝΗΣΕΙΣ
ΕΙΡΗΝΙΚΑ
᾿Εν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
῾Ο Χορός· Κύριε, ἐλέησον (ψαλτά
σε κάθε δέηση)
῾Υπέρ τῆς ἄνωθεν εἰρήνης
καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
῾Υπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου,
εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ ᾿Εκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως,
τοῦ Κυρίου δεηθῶμεν.
῾Υπέρ τοῦ ἁγίου Οἴκου τούτου,
καί τῶν μετά πίστεως, εὐλαβείας καί φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ,
τοῦ Κυρίου δεηθῶμεν.
῾Υπέρ τῶν εὐσεβῶν καί ὀρθοδόξων
χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
῾Υπέρ τοῦ ᾿Αρχιεπισκόπου
ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου,
τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ κλήρου καί τοῦ λαοῦ, τοῦ Κυρίου
δεηθῶμεν.
῾Υπέρ τοῦ εὐσεβοῦς ἡμῶν ῎Εθνους, πάσης
᾿Αρχῆς καί ᾿Εξουσίας ἐν αὐτῷ, τοῦ κατά ξηράν, θάλασσαν καί ἀέρα φιλοχρίστου
ἡμῶν Στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
῾Υπέρ τοῦ συμπολεμῆσαι
καί ὑποτάξαι ὑπό τό κράτος αὐτοῦ,
πάντα ἐχθρόν καί πολέμιον, τοῦ
Κυρίου δεηθῶμεν.
῾Υπέρ τῆς πόλεως (ἤ τῆς χώρας,
ἤ τῆς κώμης, ἤ τῆς νήσου, ἤ τῆς ἁγίας Μονῆς) ταύτης, πάσης πόλεως, χώρας,
καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
῾Υπέρ
εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καί καιρῶν εἰρηνικῶν,
τοῦ Κυρίου δεηθῶμεν.
῾Υπέρ πλεόντων, ὁδοιπορούντων,
νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου
δεηθῶμεν.
῾Υπέρ τοῦ ρυσθῆναι ἡμᾶς ἀπό
πάσης θλίψεως, ὀργῆς, κινδύνου καί ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
᾿Αντιλαβοῦ, σῶσον, ἐλέησον,
καί διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς παναγίας, ἀχράντου,
ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καί ἀειπαρθένου
Μαρίας, μετά πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτούς καί ἀλλήλους
καί πᾶσαν τήν ζωήν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
῾Ο
Χορός· Σοί, Κύριε.
῾Ο ῾Ιερεύς ἐκφώνως.
῞Οτι πρέπει σοι πᾶσα δόξα,
τιμή καί προσκύνησις, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ ῾Αγίῳ Πνεύματι, νῦν
καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
῾Ο Χορός· ᾿Αμήν.
ΜΙΚΡΗ
ΣΥΝΑΠΤΗ
῎Ετι καί ἔτι, ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.
῾Ο
Χορός· Κύριε ἐλέησον.
῾Ο Διάκονος·
᾿Αντιλαβοῦ, σῶσον, ἐλέησον,
καί διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι.
῾Ο Χορός· Κύριε, ἐλέησον
Τῆς παναγίας, ἀχράντου,
ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καί ἀειπαρθένου
Μαρίας, μετά πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτούς καί ἀλλήλους
καί πᾶσαν τήν ζωήν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
῾Ο
Χορός· Σοί, Κύριε.
῾Ο
῾Ιερεύς·
῞Οτι
σόν τό κράτος, καί σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις, καί ἡ δόξα τοῦ
Πατρός καί τοῦ Υἱοῦ καί τοῦ ῾Αγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς
αἰῶνας τῶν αἰώνων.
῾Ο
Χορός· ᾿Αμήν.
ΣΥΝΑΠΤΗ
Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς,
καί ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
῾Ο Χορός· Κύριε, ἐλέησον (χύμα)
Κύριε
παντοκράτορ, ὁ Θεός τῶν πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καί ἐλέησον.
῾Ο Χορός· Κύριε, ἐλέησον (χύμα)
᾿Ελέησον
ἡμᾶς ὁ Θεός κατά τό μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καί ἐλέησον.
῾Ο Χορός· Κύριε, ἐλέησον (τρις
σε κάθε δέηση, χύμα)
῎Ετι
δεόμεθα ὑπέρ τῶν εὐσεβῶν καί ὀρθοδόξων χριστιανῶν.
῎Ετι δεόμεθα ὑπέρ τοῦ ᾿Αρχιεπισκόπου
ἡμῶν (τοῦ δεῖνος).
῎Ετι
δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων
καί μοναχῶν, καί πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
῎Ετι
δεόμεθα ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καί ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καί
ὀρθοδόξων Χριστιανῶν, τῶν κατοικούντων καί παρεπιδημούντων ἐν τῇ
πόλει (ἤ τῇ χώρᾳ, ἤ τῇ κώμῃ, ἤ τῇ νήσῳ) καί ἐνορία ταύτῃ, τῶν ἐνοριτῶν,
ἐπιτρόπων, συνδρομητῶν καί ἀφιερωτῶν τῆς ἁγίας ᾿Εκκλησίας ταύτης
(ἤ τῶν ἀδελφῶν τῆς ἱερᾶς Μονῆς ταύτης καί τῶν εὐλαβῶν προσκυνητῶν).
[῎Ετι
δεόμεθα ὑπέρ τῶν μακαρίων καί ἀειμνήστων κτιτόρων τῆς ἁγίας ᾿Εκκλησίας
(ἤ Μονῆς) ταύτης, καί ὑπέρ πάντων τῶν προαναπαυσαμένων πατέρων καί
ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καί ἁπανταχοῦ ὀρθοδόξων.]
῎Ετι
δεόμεθα ὑπέρ τῶν καρποφορούντων καί καλλιεργούντων ἐν τῷ ἁγίῳ καί
πανσέπτῳ Ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων, καί ὑπέρ τοῦ περιεστῶτος
λαοῦ, τοῦ ἀπεκδεχομένου τό παρά σοῦ μέγα καί πλούσιον ἔλεος.
῾Ο Χορός· Κύριε, ἐλέησον
῾Ο
῾Ιερεύς, ἐκφώνως·
῞Οτι ἐλεήμων καί φιλάνθρωπος
Θεός ὑπάρχεις, καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί
τῷ ῾Αγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
῾Ο Χορός· ᾿Αμήν.
ΠΛΗΡΩΤΙΚΑ·
Πληρώσωμεν τήν ἑσπερινήν δέησιν ἡμῶν
τῷ Κυρίῳ.
῾Ο Χορός· Κύριε, ἐλέησον
᾿Αντιλαβοῦ, σῶσον, ἐλέησον,
καί διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
῾Ο Χορός· Κύριε, ἐλέησον
Τήν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν,
εἰρηνικήν καί ἀναμάρτητον, παρά τοῦ Κυρίου αἰτησώμεθα.
῾Ο Χορός· Παράσχου Κύριε (σε κάθε αίτηση)
῎Αγγελον
εἰρήνης, πιστόν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά
τοῦ Κυρίου αἰτησώμεθα.
Συγγνώμην καί ἄφεσιν τῶν ἁμαρτιῶν
καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Τά καλά καί συμφέροντα
ταῖς ψυχαῖς ἡμῶν, καί εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Τόν ὑπόλοιπον χρόνον τῆς
ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καί μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Χριστιανά
τά τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καί καλήν
ἀπολογίαν τήν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.
Τῆς
παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου
καί ἀειπαρθένου Μαρίας, μετά πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτούς
καί ἀλλήλους καί πᾶσαν τήν ζωήν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
῾Ο Χορός· Σοί, Κύριε.
῞Οτι
ἀγαθός καί φιλάνθρωπος Θεός ὑπάρχεις καί σοί τήν δόξαν ἀναπέμπομεν,
τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ ῾Αγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας
τῶν αἰώνων.
῾Ο Χορός· ᾿Αμήν.
῾Ο ῾Ιερεύς
εὐλογῶν τόν λαόν λέγει·Εἰρήνη πᾶσι.
῾Ο Χορός· Καί
τῷ πνευματί σου.
῾Ο
Διάκονος·
Τάς κεφαλάς ἡμῶν τῷ
Κυρίῳ κλίνωμεν.
῾Ο Χορός· Σοί,
Κύριε.
ΕΚΦΩΝΗΣΕΙΣ ΤΟΥ ΕΥΑΓΓΕΛΙΟΥ
Καί ὑπέρ τοῦ καταξιωθῆναι
ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τόν Θεόν ἡμῶν ἱκετεύσωμεν·
Σοφία· ᾿Ορθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
῾Ο ῾Ιερεύς· Εἰρήνη
πᾶσι.
῾Ο Χορός·Καί τῷ πνεύματί σου.
῾Ο ῾Ιερεύς·
᾿Εκ τοῦ κατά... ἁγίου Εὐαγγελίου, τό ᾿Ανάγνωσμα.
῾Ο Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.
῾Ο Διάκονος· Πρόσχωμεν.
ΑΙΤΗΣΕΙΣ
ΤΩΝ ΑΡΤΟΚΛΑΣΙΩΝ ΚΑΙ ΤΩΝ ΠΑΡΑΚΛΗΣΕΩΝ
Ελέησον ἡμᾶς, ὁ
Θεός, κατά τό μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καί ἐλέησον.
Ο Χορός·Κύριε ἐλέησον (τρις
σε κάθε αίτηση ψαλτά)
῎Ετι δεόμεθα
ὑπέρ τῶν εὐσεβῶν καί ὀρθοδόξων χριστιανῶν.
῎Ετι
δεόμεθα ὑπέρ τοῦ ᾿Αρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), καί πάσης τῆς ἐν
Χριστῷ ἡμῶν ἀδελφότητος,
῎Ετι
δεόμεθα ὑπέρ καί ὑπέρ πάσης ψυχῆς χριστιανῶν θλιβομένης τε καί καταπονουμένης,
ἐλέους Θεοῦ καί βοηθείας ἐπιδεομένης· σκέπης τοῦ ἁγίου οἴκου τούτου
(ἤ
τῆς ἁγίας Μονῆς ταύτης), τῶν ψαλλόντων ἐν αὐτῷ καί τοῦ περιεστῶτος
λαοῦ· εἰρήνης καί καταστάσεως τοῦ σύμπαντος κόσμου· εὐσταθείας τῶν
ἁγίων τοῦ Θεοῦ ᾿Εκκλησιῶν· σωτηρίας καί βοηθείας τῶν μετά σπουδῆς
καί φόβου Θεοῦ κοπιώντων καί διακονούντων πατέρων καί ἀδελφῶν ἡμῶν·
ὑπέρ τῶν ἀπολειφθέντων καί τῶν ἐν ἀποδημίᾳ ὄντων· ὑπέρ τῶν ἐν θαλάσσῃ
καί ἀέρι πλεόντων καί τῶν ἐν ὁδοιπορίαις ὄντων· ἰάσεως τῶν ἐν ἀσθενείαις
κατακειμένων· ὑπέρ ἀναρύσεως τῶν αἰχμαλώτων· τῶν ἐν φυλακαῖς καί
περιστάσεσιν ὄντων· καί ὑπέρ τῶν ἀδελφῶν ἡμῶν τῶν ἐν ταῖς διακονίαις
ὄντων, καί μεμνημένων τῶν πενήτων, καί πάντων τῶν ἀπεκδεχομένων τά
ἐλέη τοῦ Θεοῦ, εἴπωμεν.
῎Ετι δεόμεθα ὑπέρ τοῦ εὐσεβοῦς
ἡμῶν ῎Εθνους, πάσης ᾿Αρχῆς καί ᾿Εξουσίας ἐν αὐτῷ, τοῦ κατά ξηράν, θάλασσαν
καί ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, κράτους, νίκης, διαμονῆς, ὑγιείας,
σωστηρίας αὐτῶν καί τοῦ Κύριον τόν Θεόν ἡμῶν, ἐπί πλέον συνεργῆσαι,
κατευοδῶσαι αὐτούς ἐν πᾶσι καί ὑποτάξαι ὑπό τό κράτος αὐτῶν πάντα
ἐχθρόν καί πολέμιον.
῎Ετι δεόμεθα ὑπέρ ἐλέους,
ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως
τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν
καί ἀφιερωτῶν τοῦ ἁγίου Ναοῦ τούτου, (ἤ τῆς ἁγίας Μονῆς ταύτης),
καί τῶν ἐπιτελούντων τήν ἁγίαν ἑορτήν ταύτην, καί τῶν δούλων αὐτοῦ
τῶν προσφερόντων τούς ῎Αρτους τούτους, (καί μνημονεύει τῶν ὀνομάτων
τῶν προσφερόντων τούς ῎Αρτους) ὑγείας καί σωτηρίας ὑπέρ αὐτῶν εἴπωμεν.
῎Ετι δεόμεθα, ὑπέρ τοῦ διαφυλαχθῆναι
τήν ἁγίαν ᾿Εκκλησίαν καί τήν πόλιν (ἤ νῆσον) ταύτην, καί πᾶσαν πόλιν
καί χώραν ἀπό ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός,
μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καί αἰφνιδίου
θανάτου· ὑπέρ τοῦ ἵλεων, εὐμενῆ καί εὐδιάλλακτον γενέσθαι τόν ἀγαθόν
καί φιλάνθρωπον Θεόν ἡμῶν, τοῦ ἀποστρέψαι καί διασκεδάσαι πᾶσαν ὀργήν
καί νόσον, τήν καθ᾿ ἡμῶν κινουμένην καί ρύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ ἀπειλῆς, καί ἐλεῆσαι ἡμᾶς.
Ψάλλομεν τό· Κύριε, ἐλέησον 40 φορές σύντομα και στο τέλος
τρεις φορές κανονικά.
῎Ετι δεόμεθα καί ὑπέρ
τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν,
καί ἐλεῆσαι ἡμᾶς.
Ο Χορός Αμήν
῾Ο ῾Ιερεύς·
᾿Επάκουσον ἡμῶν, ὁ Θεός,
ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς καί τῶν ἐν θαλάσσῃ μακράν·
καί ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπί ταῖς ἁμαρτίαις ἡμῶν, καί ἐλέησον
ἡμᾶς. ᾿Ελεήμων γάρ καί φιλάνθρωπος Θεός ὑπάρχεις, καί σοί τήν δόξαν ἀναπέμπομεν,
τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ ῾Αγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας
τῶν αἰώνων. ᾿Αμήν.
Δέσποτα πολυέλεε, Κύριε ᾿Ιησοῦ
Χριστέ ὁ Θεός ἡμῶν, πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου
καί ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καί ζωοποιοῦ Σταυροῦ·
προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ᾿Ασωμάτων· ἱκεσίαις
τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καί βαπτιστοῦ ᾿Ιωάννου· τῶν
ἁγίων, ἐνδόξων, πανευφήμων καί πρωτοκορυφαίων ἀποστόλων Πέτρου
καί Παύλου καί πάντων τῶν ἁγίων ᾿Αποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν,
μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου,
Γρηγορίου τοῦ Θεολόγου καί ᾿Ιωάννου τοῦ Χρυσοστόμου· τῶν ἐν ἁγίοις
πατέρων ἡμῶν, ᾿Αθανασίου καί Κυρίλλου, ᾿Ιωάννου τοῦ ᾿Ελεήμονος,
πατριαρχῶν ᾿Αλεξανδρείας, Νικολάου, ἐπισκόπου Μύρων τῆς Λυκίας,
Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος καί Νεκταρίου Πενταπόλεως,
τῶν θαυματουργῶν· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Γεωργίου
τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρων, Τήρωνος
καί Στρατηλάτου, καί Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους
καί ᾿Ελευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων γυναικῶν Θέκλας,
Βαρβάρας, ᾿Αναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης,
Παρασκευῆς καί Εἰρήνης· τῶν ὁσίων καί θεοφόρων πατέρων ἡμῶν, τῶν
ἐν ἀσκήσει λαμψάντων· (τοῦ ῾Αγίου τοῦ Ναοῦ ἤ τῆς Μονῆς),
τῶν ἁγίων καί δικαίων θεοπατόρων ᾿Ιωακείμ καί ῎Αννης· (τοῦ
῾Αγίου τῆς ἡμέρας ἐφ᾿ ὅσον δέν ἐμνημονεύθη ἐν τοῖς ἀνωτέρω),
οὗ τήν μνήμην ἐπιτελοῦμεν καί πάντων σου τῶν ῾Αγίων· Εὐπρόσδεκτον
ποίησον τήν δέησιν ἡμῶν· δώρησαι ἡμῖν τήν ἄφεσιν τῶν παραπτωμάτων
ἡμῶν· σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου· ἀποδίωξον ἀφ᾿ ἡμῶν
πάντα ἐχθρόν καί πολέμιον· εἰρήνευσον ἡμῶν τήν ζωήν· Κύριε, ἐλέησον
ἡμᾶς καί τόν κόσμον σου, καί σῶσον τάς ψυχάς ἡμῶν, ὡς ἀγαθός καί φιλάνθρωπος
καί ἐλεήμων Θεός.
῏Ηχος πλ. α΄.
Θεοτόκε παρθένε, χαῖρε κεχαριτωμένη
Μαρία· ὁ Κύριος μετά σοῦ· εὐλογημένη σύν ἐν γυναιξί, καί εὐλογημένος
ὁ καρπός τῆς κοιλίας σου ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.
«Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ
εὐλογήσας τοὺς πέντε ἄρτους ἐν τῇ ἐρήμῳ, καὶ ἐξ αὐτῶν πεντακισχιλίους ἄνδρας
χορτάσας, Αὐτὸς εὐλόγησον καὶ τοὺς ἄρτους τούτους, τὸν σῖτον, τὸν οἶνον, καὶ τὸ
ἔλαιον· καὶ πλήθυνον αὐτὰ ἐν τῇ ἁγίᾳ καὶ ἱερᾷ Μονῇ (τῇ πόλει) ταύτῃ καὶ εἰς τὸν
κόσμον σου ἅπαντα· καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας πιστοὺς δούλους σου
ἁγίασον.
Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, Χριστὲ ὁ
Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ
παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.»
Πλούσιοι ἐπτώχευσαν καί ἐπείνασαν· οἱ δέ ἐκζητοῦντες
τόν Κύριον, οὐκ ἐλαττωθήσονται παντός ἀγαθοῦ.
ΣΩΣΟΝ
Ο ΘΕΟΣ
ΤΟΝ ΛΑΟΝ ΣΟΥ
ΤΟΝ ΛΑΟΝ ΣΟΥ
Σῶσον, ὁ Θεός, τόν λαόν σου, καί εὐλόγησον
τήν κληρονομίαν σου· ἐπίσκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς·
ὕψωσον κέρας χριστιανῶν ᾿Ορθοδόξων, καί κατάπεμψον ἐφ᾿ ἡμᾶς τά ἐλέη
σου τά πλούσια· πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου
καί ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καί ζωοποιοῦ Σταυροῦ·
προστασίαις τῶν τιμίων, ἐπουρανίων, Δυνάμεων ᾿Ασωμάτων· ἱκεσίαις
τοῦ τιμίου, ἐνδόξου προφήτου, προδρόμου, καί βαπτιστοῦ ᾿Ιωάννου· τῶν
ἁγίων ἐνδόξων καί πανευφήμων ᾿Αποστόλων· τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν,
μεγάλων ῾Ιεραρχῶν καί οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου,
Γρηγορίου τοῦ Θεολόγου καί ᾿Ιωάννου τοῦ Χρυσοστόμου· ᾿Αθανασίου
καί Κυρίλλου, ᾿Ιωάννου τοῦ ᾿Ελεήμονος, πατριαρχῶν ᾿Αλεξανδρείας·
Νικολάου ἐπισκόπου Μύρων τῆς Λυκίας καί Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος,
τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ
Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος καί
Θεοδώρου τοῦ Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου·
τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων· τῶν ὁσίων καί θεοφόρων
Πατέρων ἡμῶν (τοῦ ἁγίου τοῦ Ναοῦ, ἐφ᾿ ὅσον δέν ἐμνημονεύθη ἐν τοῖς ἄνω)·
τῶν ἁγίων καί δικαίων θεοπατόρων ᾿Ιωακείμ καί ῎Αννης· (τοῦ
ἁγίου τῆς ἡμέρας, ἐάν ἑορτάζηται) καί πάντων σου τῶν ῾Αγίων.
῾Ικετεύομέν σε, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν
δεομένων σου, καί ἐλέησον ἡμᾶς.
῾Ο Χορός· Κύριε, ἐλέησον (ιβ΄).
ΑΙΤΗΣΕΙΣ ΤΟΥ ΤΕΛΟΥΣ ΤΟΥ ΟΡΘΡΟΥ ΚΑΙ ΤΟΥ
ΑΠΟΔΕΙΠΝΟΥ Εύξώμεθα ὑπέρ εἰρήνης τοῦ κόσμου.
῾Ο Χορός·
Κύριε, ἐλέησον (μία φορά λιτά σε κάθε δέηση)
῾Υπέρ
τῶν εὐσεβῶν καί ὀρθοδόξων Χριστιανῶν.
῾Υπέρ
τοῦ ᾿Αρχιεπισκόπου ἡμῶν (δεῖνος) καί πάσης τῆς ἐν Χριστῷ ἡμῶν ᾿Αδελφότητος.
῾Υπέρ
τοῦ εὐσεβοῦς ἡμῶν ῎Εθνους.
῾Υπέρ εὐοδώσεως καί ἐνιασχύσεως
τοῦ κατά γῆν, θάλασσαν καί ἀέρα φιλοχρίστου ἡμῶν Στρατοῦ.
῾Υπέρ
τῶν ἀπολειφθέντων πατέρων, καί ἀδελφῶν ἡμῶν.
῾Υπέρ
τῶν μισούντων, καί ἀγαπώντων ἡμᾶς.
῾Υπέρ
τῶν ἐλεούντων, καί διακονούντων ἡμῖν.
῾Υπέρ
τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπέρ αὐτῶν.
῾Υπέρ ἀναρρύσεως τῶν
αἰχμαλώτων.
῾Υπέρ
τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.
῾Υπέρ
τῶν ἐν ἀσθενείαις κατακειμένων.
Εὐξώμεθα καί ὑπέρ
εὐφορίας τῶν καρπῶν τῆς γῆς.
Καί
ὑπέρ πάσης ψυχῆς Χριστιανῶν ὀρθοδόξων.
Μακαρίσωμεν τούς εὐσεβεῖς
βασιλεῖς. ῾
Ο Χορός· Αίωνία ἡ μνήμη αὐτῶν (χύμα
σε κάθε αίτηση)
Τούς ὀρθοδόξους ἀρχιερεῖς.
Τούς κτίτορας τῆς ἁγίας
᾿Εκκλησίας ταύτης.
Τούς γονεῖς ἡμῶν, καί διδασκάλους,
καί πάντας τούς προαπελθόντας πατέρας, καί ἀδελφούς ἡμῶν, τούς ἐνθάδε
εὐσεβῶς κειμένους, καί ἀπανταχοῦ ὀρθοδόξους.
Εἴπωμεν
καί ὑπέρ ἑαυτῶν, τό Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δι᾿ εὐχῶν
τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε ᾿Ιησοῦ Χριστέ ὁ Θεός ἡμῶν, ἐλέησον
ἡμᾶς. ᾿Αμήν.
ΑΠΟΛΥΣΗ
ΑΠΟΛΥΣΗ
Δόξα σοι, ὁ Θεός, ἡ ἐλπίς ἡμῶν, Κύριε, δόξα σοι.
῾Ο ᾿Αναγνώστης·
Δόξα Πατρί. Καί νῦν. ᾿Αμήν.
Κύριε, ἐλέησον· (γ΄) Πάτερ ἅγιε, εὐλόγησον.
Εἶτα ὁ ῾Ιερεύς,
ποιεῖ τήν μεγάλην ἀπόλυσιν· καί ἐν μέν τῷ Σαββάτῳ ἄρχεται λέγων ῾
Ὁ ἀναστάς ἐκ νεκρῶν
Ὁ ἀναστάς ἐκ νεκρῶν
ἤ ἐν Δεσποτικῇ ἑορτῇ τό χαρακτηριστικόν αὐτῆς,
ἐν ἄλλῃ δέ ἡμέρᾳ·
Χριστός
ὁ ἀληθινός Θεός ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καί παναμώμου
ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καί ζωοποιοῦ Σταυροῦ· προστασίαις
τῶν τιμίων ἐπουρανίων δυνάμεων ᾿Ασωμάτων· ἱκεσίαις τοῦ τιμίου,
ἐνδόξου, προφήτου, προδρόμου καί βαπτιστοῦ ᾿Ιωάννου· τῶν ἁγίων ἐνδόξων
καί πανευφήμων ᾿Αποστόλων· τῶν ἁγίων ἐνδόξων καί καλλινίκων μαρτύρων·
τῶν ὁσίων καί θεοφόρων πατέρων ἡμῶν· τῶν ἁγίων καί δικαίων θεοπατόρων
᾿Ιωακείμ καί ῎Αννης· τοῦ ἁγίου (τῆς ἡμέρας), οὗ τήν μνήμην ἐπιτελοῦμεν,
καί πάντων τῶν ῾Αγίων, ἐλεῆσαι καί σῶσαι ἡμᾶς, ὡς ἀγαθός καί φιλάνθρωπος.
Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων
ἡμῶν, Κύριε ᾿Ιησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς.
ΣΥΝΗΘΗΣ ΜΝΗΜΟΝΕΥΣΗ ΤΗΣ ΜΕΓΑΛΗΣ ΕΙΣΟΔΟΥ
Τοῦ ᾿Αρχιεπισκόπου ἡμῶν ............. καί πάσης
τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Τοῦ εὐσεβοῦς ἡμῶν ῎Εθνους καί πάσης
᾿Αρχῆς καί ᾿Εξουσίας ἐν αὐτῷ. Τοῦ κατά ξηράν, θάλασσαν καί ἀέρα φιλοχρίστου
ἡμῶν Στρατοῦ. Τῶν κατοικούντων καί παρεπιδημούντων ἐν τῇ πόλει (ἤ τῇ
χώρᾳ, ἤ τῇ κώμῃ, ἤ τῇ νήσῳ) ταύτῃ. Τῶν ἐνοριτῶν, ᾿Επιτρόπων,
συνδρομητῶν καί ἀφιερωτῶν τοῦ ἱεροῦ Ναοῦ τούτου καί πάντων ἡμῶν τῶν
προσελθόντων εἰς τήν θείαν μυσταγωγίαν ταύτην.
Τῶν
μακαρίων καί ἀοιδίμων κτιτόρων, ἀνακαινιστῶν καί ἀφιερωτῶν τοῦ
ἱεροῦ Ναοῦ τούτου, τῶν ὑπέρ πίστεως καί πατρίδος ἀγωνισαμένων καί
πεσόντων καί πάντων τῶν ἐπ᾿ ἐλπίδι ἀναστάσεως, ζωῆς αἰωνίου, κεκοιμημένων
πατέρων καί ἀδελφῶν ἡμῶν, μνησθείη Κύριος ὁ Θεός ἐν τῇ βασιλείᾳ αὐτοῦ
πάντοτε· νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
ΕΚΦΩΝΗΣΕΙΣ ΤΟΥ ΑΓΙΟΥ ΠΑΣΧΑ
ΙΕΡΕΑΣ: Δόξα τῇ
ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΙΕΡΕΑΣ Ἦχος πλ. α'
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι,.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι,.
῾Ο Χορός ζωὴν χαρισάμενος
(ΤΡΙΣ)
Ο ΙΕΡΕΑΣ εκφωνεῖ
τούς στίχους. Μετά από κάθε στίχο ὁ χορός ψάλλει το «Χριστός ἀνέστη..»
ΣΤΙΧΟΙ
· Ἀναστήτω ὁ Θεός,
καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ
μισοῦντες αὐτόν.
· Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται
κηρὸς ἀπὸ προσώπου πυρός.
· Οὕτως ἀπολοῦνται
οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
· Αὕτη ἡ ἡμέρα, ἣν
ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
· Δόξα...
· Καί νῦν……
ΕΠΕΙΤΑ Ο ΙΕΡΕΑΣ ΔΥΝΑΤΟΤΕΡΑ
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας,
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας,
Ο ΧΟΡΟΣ Καὶ τοῖς ἐν τοῖς
μνήμασι ζωὴν χαρισάμενος
ΕΚΦΩΝΗΣΕΙΣ ΤΗΣ ΑΝΑΣΤΑΣΙΜΗΣ ΑΚΟΛΟΥΘΙΑΣ
- Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
- Ὅτι σὸν τὸ κράτος καί σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
- Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
- Ὅτι ἀγαθός καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
- Ὅτι ἡγίασται σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ Βασιλεία τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺςαἰῶνας τῶν αἰώνων.
- Σὺ γὰρ εἶ ὁ Βασιλεύς τῆς εἰρήνης καὶ Σωτήρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι,νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
- Εἴη τό κράτος τῆς βασιλείας σου εὐλογημένον καί δεδοξασμένον τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺςαἰῶνας τῶν αἰώνων.
- Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ Βασιλεία τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺςαἰῶνας τῶν αἰώνων .
- Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΕΚΦΩΝΗΣΕΙΣ ΤΗΣ ΕΞΟΔΙΟΥ
ΑΚΟΛΟΥΘΙΑΣ
Ἱερεύς:
Τοῦ Κυρίου δεηθῶμεν.
Λαός:
Κύριε, ἐλέησον.
Ἱερεύς:
Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου (τῆς
κεκοιμημένης δούλης) (τῶν κεκοιμημένων δούλων ) σου ………………, Χριστὲ ὁ Θεὸς
ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ
παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων.
Ἱερεύς:
Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι
δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης)
τοῦ Θεοῦ ………………καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ (αὐτῇ) πᾶν πλημμέλημα ἑκούσιόν
τε καὶ ἀκούσιον.
Ὅπως
Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ (αὐτῆς) ἔνθα οἱ δίκαιοι ἀναπαύονται, τὰ ἐλέη
τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἄφεσιν τῶν αὐτοῦ (αὐτῆς) ἁμαρτιῶν, παρὰ
Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Ἱερεύς:
Τοῦ Κυρίου δεηθῶμεν.
Λαός:
Κύριε, ἐλέησον.
Ἱερεύς:
ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας τὸν δὲ διάβολον
καταργήσας καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, αὐτός, Κύριε, ἀνάπαυσον καὶ
τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) σου
........., ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα πᾶσα
ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ’ αὐτοῦ (αὐτῆς) πραχθὲν ἐν λόγῳ ἢ
ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος
ὅς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος, Κύριε, ἐκτὸς ἁμαρτίας ὑπάρχεις, ἡ
δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ λόγος σου ἀλήθεια.
Ὅτι
σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ μακαρία ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου (τῆς
κεκοιμημένης δούλης) σου , Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καί, ἀγαθῷ καὶ ζωοποιῷ σου
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός:
Ἀμήν.
Ἱερεύς:
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Ὁ
καὶ νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν ἔχων ὡς ἀθάνατος Βασιλεύς, καὶ ἀναστὰς ἐκ
νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου ἁγίας αὐτοῦ
Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων
ἡμῶν, τῶν ἁγίων ἐνδόξων Προπατόρων Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, τοῦ ὁσίου καὶ δικαίου
φίλου αὐτοῦ Λαζάρου τοῦ τετραημέρου, καὶ πάντων των Ἁγίων, τὴν ψυχὴν (τας
ψυχάς) τοῦ ἐξ ἡμῶν μεταστάντος δούλου (τῆς ἐξ ἡμῶν μεταστάσης δούλης)
(τῶν
ἐξ ἡμῶν μεταστάντων δούλων) (για γυναῖκες: τῶν ἐξ ἡμῶν μεταστασῶν δούλων) αὐτοῦ ................., ἐν
σκηναῖς δικαίων τάξαι, ἐν κόλποις , Ἀβραὰμ ἀναπαύσαι, καὶ μετὰ δικαίων
συναριθμήσαι ἡμᾶς δ' ἐλεήσαι καὶ σώσαι ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Αἰωνία
σου ἡ μνήμη ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφὲ ἡμῶν. (3)
Γιὰ
γυναίκα: Αἰωνία σου ἡ μνήμη ἀξιομακάριστε
καὶ ἀείμνηστε ἀδελφὴ ἡμῶν. (3)
Γιά
πολλούς :αἰωνία
ὑμῶν ἡ μνήμη ἀξιομακάριστοι και ἀείμνηστοι ἀδελφοί ἡμῶν
Γιά
πολλές γυναῖκες: αἰωνία ὑμῶν ἡ μνήμη ἀξιομακάρισται
και ἀείμνησται ἀδελφαί ἡμῶν
Λαός:
Αἰωνία ἡ μνήμη. Αἰωνία ἡ μνήμη. Αἰωνία αὐτοῦ (αὐτῆς)(αὐτῶν) ἡ μνήμη.
ΜΕΤΑΤΡΟΠΗ ΑΠΟ ΑΡΣΕΝΙΚΟ ΣΕ ΘΗΛΥΚΟ ΔΙΑΦΟΡΩΝ ΛΕΞΕΩΝ ΠΟΥ ΣΥΝΗΘΙΖΟΝΤΑΙ ΣΤΙΣ
ΕΚΦΩΝΗΣΕΙΣ ΤΩΝ ΙΕΡΕΩΝ
|
ΑΝΔΡΑΣ
|
ΓΥΝΑΙΚΑ
|
ΑΝΔΡΑΣ
|
ΓΥΝΑΙΚΑ
|
ΕΝΙΚΟΣ ΑΡΙΘΜΟΣ
|
||||
ΟΝΟΜΑΣΤΙΚΗ
|
ὁ βαπτιζόμενος
|
ἡ βαπτιζομένη
|
ὁ μεταστάς δοῦλος
|
ἡ μεταστάσα δούλη
|
ΓΕΝΙΚΗ
|
τοῦ βαπτιζομένου
|
τῆς βαπτιζομένης
|
τοῦ μεταστάντος δούλου
|
τῆς
μεταστάσης δούλης
|
ΔΟΤΙΚΗ
|
τῷ βαπτιζομένῳ
|
τῇ βαπτιζομένῃ
|
τῷ μεταστάντι δούλῳ
|
τῇ μεταστάσῃ δούλῃ
|
ΑΙΤΙΑΤΙΚΗ
|
τόν βαπτιζόμενον
|
τήν βαπτιζομένην
|
τόν μεταστάντα δοῦλον
|
τήν μεταστάσαν δούλην
|
ΚΛΗΤΙΚΗ
|
ὦ βαπτιζόμενε
|
ὦ βαπτιζομένη
|
ὦ μεταστάς δοῦλε
|
ὦ μεταστάσα δούλη
|
ΠΛΗΘΥΝΤΙΚΟΣ ΑΡΙΘΜΟΣ
|
||||
ΟΝΟΜΑΣΤΙΚΗ
|
ὁι βαπτιζόμενοι
|
Αἱ βαπτιζόμεναι
|
Οἱ μεταστάντες δοῦλοι
|
αἱ μεταστᾶσαι δοῦλαι
|
ΓΕΝΙΚΗ
|
τῶν βαπτιζομένων
|
τῶν βαπτιζομένων
|
τῶν μεταστάντων δούλων
|
τῶν μεταστασῶν δούλων
|
ΔΟΤΙΚΗ
|
τοῖς βαπτιζομένοις
|
ταῖς βαπτιζομέναις
|
τοῖς μεταστᾶσι δούλοις
|
ταῖς μεταστάσαις δούλαις
|
ΑΙΤΙΑΤΙΚΗ
|
τούς βαπτιζομένους
|
τάς βαπτιζομένας
|
τούς μεταστάντας δούλους
|
τάς μεταστάσας δούλας
|
ΚΛΗΤΙΚΗ
|
ὦ βαπτιζόμενοι
|
ὦ βαπτιζόμεναι
|
ὦ μεταστάντες δοῦλοι
|
ὦ μεταστᾶσαι δοῦλαι
|
Εγγραφή σε:
Αναρτήσεις (Atom)