Τρίτη 17 Ιουνίου 2014

ΙΕΡΑΤΙΚΟ ΣΧΟΛΕΙΟ ΚΑΛΑΜΑΤΑΣ: Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

ΙΕΡΑΤΙΚΟ ΣΧΟΛΕΙΟ ΚΑΛΑΜΑΤΑΣ: Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ: Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ Περιλαμβάνει την  τάξη της Θείας Λειτουργίας  , τα του ιερέως ,του χορού,  συνήθη απ...

Δευτέρα 16 Ιουνίου 2014

ΠΡΟΣΚΥΝΗΜΑ ΣΤΗΝ ΙΕΡΑ ΜΟΝΗ ΠΡΟΦ. ΙΩΗΛ ΚΑΛΑΜΑΤΑΣ


Η ΙΕΡΑ ΕΙΚΩΝ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΤΗΣ ΔΗΜΙΟΒΑΣ

ΙΕΡΑ ΜΟΝΗ ΠΡ. ΙΩΗΛ ΓΕΝΙΚΗ ΑΠΟΨΗ

ΤΟ ΚΑΘΟΛΙΚΟ ΤΗΣ ΙΕΡΑΣ ΜΟΝΗΣ

Η ΠΕΡΙΠΥΣΤΟΣ ΙΕΡΑ ΕΙΚΩΝ ΑΠΟ ΤΑ ΧΡΟΝΙΑ ΤΗΣ ΕΙΚΟΝΟΜΑΧΙΑΣ

ΕΞΩ ΑΠΟ ΤΟ ΚΑΘΟΛΙΚΟ ΤΗΣ ΜΟΝΗΣ

ΑΠΟ ΤΙΣ ΔΡΑΣΤΗΡΙΟΤΗΤΕΣ ΤΟΥ ΣΧΟΛΕΙΟΥ

ΕΠΙΣΚΕΨΗ ΣΕΒ. ΜΗΤΡΟΠΟΛΙΤΩΝ ΣΥΡΟΥ ΚΑΙ ΜΕΣΣΗΝΙΑΣ

ΠΡΟΣΚΥΝΗΜΑΤΙΚΗ ΕΠΙΣΚΕΨΗ ΣΕ ΜΟΝΕΣ ΤΩΝ ΚΑΛΑΒΡΥΤΩΝ


ΞΕΝΑΓΗΣΗ ΣΤΟ ΜΥΣΤΡΑ


ΑΠΟ ΤΗ ΛΕΙΤΟΥΡΓΙΚΗ ΖΩΗ ΤΟΥ ΣΧΟΛΕΙΟΥ

ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΑΠΟ ΙΕΡΟΣΠΟΥΔΑΣΤΕΣ ΤΟΥ ΣΧΟΛΕΙΟΥ

Παρασκευή 13 Ιουνίου 2014

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
Περιλαμβάνει την  τάξη της Θείας Λειτουργίας  , τα του ιερέως ,του χορού,  συνήθη απολυτίκια, εισοδικά και κοντάκια, την τάξη του μνημοσύνου και οδηγίες τυπικού. 
ΘΕΙΑ  ΛΕΙΤΟΥΡΓΙΑ 
ΑΓΙΟΥ  ΙΩΑΝΝΟΥ  ΧΡΥΣΟΣΤΟΜΟΥ

ΔΙΑΚΟΝΟΣ
Εὐλόγησον, δέσποτα.
ΙΕΡΕΑΣ
     Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ και εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ
μήν.
 ΣΗΜΕΙΩΣΗ:Κατά την πασχάλιο περίοδο ψάλουμε τρεῖς φορές
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
ΔΙΑΚΟΝΟΣ  ΤΑ ΕΙΡΗΝΙΚΑ
ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     πὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     πὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     πὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     πὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Χρυσοστόμου, τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     πὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     πὲρ τῆς πόλεως [ἤ κώμης] ταύτης, πάσης πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     πὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     πὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     πὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΧΟΡΟΣ
Σοὶ Κύριε.
ΙΕΡΕΑΣ
[ΣΗΜΕΙΩΣΗ:Οἱ εὐχές ἀπαγγέλλονται ἀπό τόν ἱερέα χαμηλοφώνως σέ κανονικό χρόνο . Οὔτε ἐκφώνως οὔτε ψυθιριστά καί βεβαίως σέ καμιά περίπτωση δεν παραλέιπονται οὔτε βεβαίως καλύπτουν τα ψαλλόμενα ἀπό τό χορό]

     [Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἄφατος· αὐτὸς, Δέσποτα, κατὰ τὴν εὐσπλαχνίαν σου, ἐπίβλεψον ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον καὶ ποίησον μεθ’ ἡμῶν καὶ τῶν συνευχομένων ἡμῖν πλούσια τὰ ἐλέη σου καί τους οἰκτιρμούς σου].

     τι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ ψάλλει τόΑ΄ ΑΝΤΙΦΩΝΟ σέ ἦχο Β΄
Ἀμήν.
Στίχος.. Εὐλόγει ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
     Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχος.. Εὐλόγει, ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
     Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχος.Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
     Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχος.Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντί τόπῳ τῆς δεσποτείας αὐτοῦ.
     Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
     Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.

(ΣΗΜΕΙΩΣΗ: κανονικά ψάλλονται τὰ τυπικά πού ἀκολουθοῦν . Ὄμως στίς δεσποτικές και θεομητορικές ἐορτές καί τις ἑπόμενες ημέρες μέχρι καί τήν ἀπόδοση τους , ψάλλουμε ΑΠΑΡΑΙΤΗΤΩΣ τά ἀντίφωνα τῆς ἑορτῆς μέ στίχους που θά βροῦμε στο Μηναῖο ἤ στόν Ἀπόστολο. Αὐτό συμβαίνει ΚΑΙ στίς Κυριακές μετά κάποια γιορτή.

Ψαλμός ρβ' (102ος)
Ἦχoς πλ. δ'
Άμήν.
     Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
     Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πᾶσας τάς ἀνταποδόσεις αὐτοῦ.
     Τὸν εὐιλατεύοντα πᾶσας τάς ἀνομίας σου, τὸν ἰώμενον πᾶσας τάς νόσους σου.
     Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντα σὲ ἐν ἐλέει καὶ οἰκτιρμοῖς.
     Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
     Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρίμα πᾶσι τοῖς ἀδικουμένοις.
     γνώρισε τάς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ.
     Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος, οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ.
     Οὐ κατὰ τάς ἀνομίας ἡμῶν, ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τάς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.
     τι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς, ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν.
     Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τάς ἀνομίας ἡμῶν.
     Καθὼς οἰκτείρει πατὴρ υἱούς, ὠκτείρησε Κύριος τούς φοβουμένους αὐτόν.
     τι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοὺς ἐσμέν.
     Ἄνθρωπος, ὡσεὶ χόρτος αἳ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.
     τι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὒχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
     Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν.
     Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
     Κύριος ἐν τῷ οὐρανῷ ἠτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
     Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ Ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύι, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
     Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ.
     Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Εὐλόγει, ἡ ψυχή μου τὸν Κύριον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐλόγει, ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Εὐλογητός εἶ Κύριε.

ΣΗΜΕΙΩΣΗ :Τήν πασχάλιο περίοδο ψάλλουμε τά ἐξῆς ἀντίφωνα:
Στίχος.Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχος. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχος. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχος. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα... Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...


ΔΙΑΚΟΝΟΣ
τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΧΟΡΟΣ
Σοί, Κύριε.
ΙΕΡΕΑΣ
     [Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου· σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τους ἐλπίζοντας ἐπὶ σέ].

     τι σὸν τὸ κράτος καὶ σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦΥἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ ψάλλει τό Β΄ ΑΝΤΙΦΩΝΟ σέ ἦχο Β΄
μὴν.
     Στίχος. Αἴνει, ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
     Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.

     Στίχος Μακάριος, οὗ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
     Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.

     Στίχος Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αῦτοῖς.
     Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.

Στίχος Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
     Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
     Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε Χριστὲ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

(ΣΗΜΕΙΩΣΗ: Τις καθημερινές λέμεΣῶσον ἠμᾶς Υἱέ Θεοῦ ὁ έν Ἁγίοις θαυμαστός ....καί τίς μεγάλες δεσποτικές ἑορτές ὅτι ὁρίζει τό τυπικόμε στίχους που βρίσκουμε στο μηναῖο
ΤΟΥ ΣΤΑΥΡΟΥ:ὁ σαρκί σταυρωθείς
ΤΑ ΧΡΙΣΤΟΥΓΕΝΝΑ:ὁ ἐκ Παρθένου τεχθείς
ΤΗΝ ΠΕΡΙΤΟΜΗ:ὁ σαρκί περιτμηθείς
ΤΑ ΘΕΟΦΑΝΙΑ:ὁ ἐν Ἰορδάνη ὐπό Ἰωάννου βαπτισθείς
ΤΗΝ ΥΠΑΠΑΝΤΗΣ: ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεών βασταχθείς
ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΜΟΥ ὁ δι'ἡμᾶς σαρκωθείς
ΤΩΝ ΒΑΪΩΝ:ὁ ἐπί πώλου ὄνου καθεσθείς
ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ:ὁ ἐν δόξῃ ἀναληφθείς ἀφ'ἡμῶν εἰς τούς οὐρανούς
ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ:Σῶσον ἡμᾶς Παράκλητε Ἀγαθέ, ψάλλοντας σοι, Ἀλληλούια.
ΤΗΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ:¨ο ἐν τῶ ὄρει τῷ Θαβώρ μεταμορφωθείς

ΣΗΜΕΙΩΣΗ :Τήν πασχάλιο περίοδο ψάλλουμε τά ἐξῆς ἀντίφωνα:

Στίχος Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.

Στίχος Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...

Στίχοςξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...

Στίχος Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...

Δόξα... Καὶ νῦν...
Μονογενὴς Υἱὸς ........

(ΣΗΜΕΙΩΣΗ: κανονικά ψάλλονται τὰ τυπικά πού ἀκολουθοῦν)

Ψαλμός ρμε' (145)
Ἦχος β'
     Αἴνει, ψυχή μου, τὸν Κύριον. Αἰνέσω Κύριον ἐν τῇ ζωή μου. Ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
     Μὴ πεποίθατε ἐπ' ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία.
     ξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ.
     ν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.
     Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
     Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.
     Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσι.
     Κύριος λύει πεπεδημένους, Κύριος σοφοῖ τυφλούς. Κύριος ἀνορθοῖ κατερραγμένους, Κύριος ἀγαπᾶ δικαίους, Κύριος φυλάσσει τοὺς προσηλύτους.
     ρφανὸν καὶ χήραν ἀναλήψεται, καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ.
     Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιῶν, εἰς γενεὰν καὶ γενεάν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

     Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ΔΙΑΚΟΝΟΣ
τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΧΟΡΟΣ
Σοὶ Κύριε.
ΙΕΡΕΑΣ
     [Ὁ τὰς κοινὰς ταύτας καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισὶ, συμφωνοῦσιν ἐπὶ τῷ ὀνόματί σου, τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος, αὐτὸς καὶ νῦν τῶν δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ παρόντι αἰῶνι τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον χαριζόμενος].

     τι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ
μήν.
     Στιχ. α’: Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
ΑΝΑΣΤΑΣΙΜΟ ΑΠΟΛΥΤΙΚΙΟ

     Στίχος Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
ΑΝΑΣΤΑΣΙΜΟ ΑΠΟΛΥΤΙΚΙΟ

     Στίχος’: Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφραν- θῶμεν ἐν αὐτῇ.
ΑΝΑΣΤΑΣΙΜΟ ΑΠΟΛΥΤΙΚΙΟ

ἈΝΑΣΤΑΣΙΜΑ ἈΠΟΛΥΤΙΚΙΑ
Ἦχος α'
     Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν, διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.

Ἦχος β'
     τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν Ἅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεώτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ἦχος γ'
     Εὐφραινέσθω τὰ οὐρανία, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ἅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἦχος δ'
     Τὸ φαιδρόν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον, Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἦχος πλ. α'
     Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Ἦχος πλ. β’
     γγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν Ἅδην, μὴ πειρασθεῖς ὑπ’ αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Ἦχος βαρὺς
     Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέωξας τῷ Ληστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἦχος πλ. δ'
     ξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσης τῶν παθῶν, Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

ΑΠΟΛΥΤΙΚΙΑ ΜΕΓΑΛΩΝ ΕΟΡΤΩΝ
ΔΕΣΠΟΤΙΚΩΝ ΕΟΡΤΩΝ
Τοῦ Σταυροῦ (14 ΣΕΠΤΕΜΒΡΙΟΥ)
Απολυτίκιο ἧχος Α΄
Σῶσον Κύριε τον λαόν σου και εὐλόγησον την κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατά βαρβάρων δωρούμενος και τό σόν φυλάττων διά τοῦ Σταυροῦ σου πολίτευμα

ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ (25 Δεκεμβρίου)
Ἀπολυτίκιο  Ἦχος δ'
 Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντό, Σέ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καί Σέ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι..

ΤΩΝ ΘΕΟΦΑΝΙΩΝ (6 Ἰανουαρίου)
Ἀπολυτίκιο Ἦχος Α΄
ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστεράς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεῖς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Του Αγίου Πάσχα ήχος πλ.Α΄
Χριστός ἀνέστη ἐκ νεξρῶν , θανάτῳ θάνατον πατήσας καί τοῖς ἐν τοῖς μνήμασι ζωήν χαρισάμενος

ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ (40 ἡμέρες μετά το Πάσχα)
Ἀπολυτίκιο  Ἦχος δ'
νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἰ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.

ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ
(50 ἡμέρες ἀπό τό Πάσχα)
Ἀπολυτίκιο Ἦχος πλ. δ'
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

ΤΗΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ (6 Αὐγούστου)
Ἀπολυτίκιο  Ἦχος βαρύς
Μετεμορθώθης ἐν τῷ ὅρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο, Λᾶμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι

ΑΠΟΛΥΤΙΚΙΑ ΘΕΟΜΗΤΟΡΙΚΩΝ ΕΟΡΤΩΝ
ΤΗΣ ΓΕΝΝΗΣΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ (8 Σεπτεμβρίου )
Ἀπολυτίκιο  Ἦχος δ'
γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατᾶραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

ΤΩΝ ΕΙΣΟΔΙΩΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ (21 Νοεμβρίου)
Ἀπολυτίκιο  Ἦχος δ’
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται, αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν, Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.





ΤΗΣ ΥΠΑΠΑΝΤΗΣ (2 Φεβρουαρίου)
Ἀπολυτίκιο  Ἦχος α'
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.

ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΜΟΥ (25 ΜΑΡΤΊΟΥ)
Ἀπολυτίκιο  Ἦχος δ'
Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ' αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ σὺν αὐτῷ τῇ Θεοτόκω βοήσωμεν, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετά σου.

ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
Ἀπολυτίκιο Ἦχος Α΄
ν τῇ Γεννήσει τήν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τόν κόσμον οὐ κατέλιπες Θεοτόκε∙ μετέστης πρός τήν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καί ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τάς ψυχάς ἡμῶν

ΑΠΟΛΥΤΙΚΙΑ ΔΙΑΦΟΡΩΝ ΑΓΙΩΝ
Των Παμμεγίστων Ταξιαρχῶν
Απολυτίκιο. Ἦχος δ'
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμέν ὑμᾶς ἀεί ἡμεῖς οἱ ἀνάξιοι, ἴνα ταῖς ὑμῶν δεήσεσι τειχίσῃτε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καί βοῶντας∙ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων

Τοῦ Ἁγίου Ἰωάννου τοῦ Προδρόμου(7 Ἰανουαρίου-)
Ἀπολυτίκιο. Ἦχος β'
Μνήμη δικαίου μετ' ἐγκωμίων, σοὶ δέ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε, ἀνεδείχθης γάρ ὄντως καί Προφητῶν σεβασμιώτερος, ὅτι καί ἐν ῥείθροις βαπτῖσαι κατηξιώθης τόν κηρυττόμενον. Ὄθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καί τοῖς ἐν ἅδῃ, Θεόν φανερωθέντα ἐν σαρκί, τόν αἴροντα τήν ἁμαρτίαν τοῦ κόσμου, καί παρέχοντα ἡμῖν τό μέγα ἔλεος.

Τῶν Ἁγ.Ἀποστόλων(30 Ἰουνιου)
Ἀπολυτίκιο. Ἦχος γ'
πόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ ἴνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν

Τῶν ἁγίων Μαρτύρων
Απολυτίκιο. Ἦχος δ'
Οἱ μάρτυρές σου Κύριε ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν∙ σχόντες γάρ την ἱσχύν σου τοὐς τυράννους κάθεῖλον, ἔθραυσαν και δαιμόνων τά ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστέ ὁ Θεός Σῶσον τάς ψυχάς ἡμῶν

Τῶν Τριῶν Ἱεραρχῶν
Απολυτίκιο. Ἦχος α'
Τοὺς τρεῖς μεγίστους φωστῆρας τῆς Τρισηλίου θεότητος, τοὺς τὴν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας, τοὺς μελιρρύτους ποταμοὺς τῆς σοφίας, τοὺς τὴν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας, Βασίλειον τὸν μέγαν, καὶ τὸν Θεολόγον Γρηγόριον, σὺν τῷ κλεινῷ Ἰωάννῃ, τῷ τὴν γλῶτταν χρυσορρήμονι, πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν, αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ὑμῶν ἀεῖ πρεσβεύουσιν.

Του Αγίου Μαξίμου και των  Πατέρων Ηχος πλ. δ΄
ρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε, καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, τῶν μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα, Μάξιμε σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας. Λύρα τοῦ Πνεύματος, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Του Αγίου Νικολάου ¨Ηχος δ
Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια. Διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια· Πάτερ Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Του Αγίου Κυπριανού΄ήχος δ΄
Κατά τρόπων μέτοχος και θρόνων διάδοχος των Αποστόλων γενόμενος την πράξιν εύρες θεόπνευστε εις θεωρίας επίβασιν, δια τούτο τον λόγον της αληθείας ορθοτομών, και τη πίστει ενήλθησας μέχρις αίματος, ιερομάρτυς Κυπριανέ, συν τη Αγία Ιουστίνη την σύναθλον σου πρεσβεύσατε Χριστώ τω Θεώ σωθήναι τας ψυχάς ημών.
Του Ἁγίου Σάββα και τῶν ἀσκητῶν
Ἀπολυτίκιο. Ἦχος πλ.δ'
Ταῖς τῶν δακρύων σου ροαῖς, τῆς ἐρήμου τό ἄγονον ἐγεώργησας, καί τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατόν τούς πόνους ἐκαρποφόρησας, καί γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι, Σάββα Πατήρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ημών.

Τοῦ Ἁγίου Νικολάου
Ἀπολυτίκιο. Ἦχος δ'
Κανόνα πίστεως, καί εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια, διά τοῦτο ἐκτήσω τῇ ταπεινώσει τά ὑψηλά, τῇ πτωχείᾳ τά πλούσια, Πάτερ, Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.

Τοῦ Ἁγ. Δημητρίου
Ἀπολυτίκιο. Ἦχος γ'
Μέγαν εὕρατο ἐv τοῖς κιvδύvοίς, σε ὑπέρμαχοv ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαρρύvας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος

Τοῦ Ἁγίου Γεωργίου
Άπολυτίκιο. Ἦχος δ'
ς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τῶν Ἁγίων Κωνσταντίνου και Ἑλένης
Ἀπολυτίκιο   Ἦχος πλ. δ'
Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο ἢν περίσωζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.

Τῶν ἁγίων ἀναργύρων
Ἀπολυτίκιο Ἦχος πλ. δ’
γιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
.
 Τῆς Ἁγίας Μαρίνης  καί τῶν μαρτύρων γυναικῶν
Ἀπολυτίκιο. Ἦχος δ'
ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ∙ Σέ νυμφίε μου ποθῶ, καί σέ ζητοῦσα ἀθλῶ, καί συσταυροῦμαι, καί συνθάπτομαι τῷ βαπτισμῷ σου, καί πάσχω διά σέ, ὡς βασιλεύσω σύν σοί, καί θνήσκω ὑπέρ σοῦ, ἴνα καί ζήσω ἐν σοί ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τήν μετά πόθου τυθεῖσάν σοι∙ αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τάς ψυχάς ἡμῶν


Της Ἁγίας Αἰκατερίνας
Ἀπολυτίκιο Ήχος πλ. α’
Τὴν πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερίναν τὴν θείαν καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν, ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψοὺς τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ μαχαίρᾳ, καὶ νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.

 Της  Αγίας Μαρίας της Αιγυπτίας
ν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα· λαβοῦσα γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττουσα ἐδίδασκες ὑπερορᾶν μὲν σαρκὸς παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται Ὁσία Μαρία τὸ πνεῦμά σου


ΣΗΜΕΙΩΣΗ :Τήν πασχάλιο περίοδο ψάλλουμε τά ἐξῆς ἀντίφωνα:
Στίχος ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
ΑΠΟΛΥΤΙΚΙΟΝ ΗΧΟΣ ΠΛ. Α'
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
 
Στίχος ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.
Χριστὸς ἀνέστη...

Στίχος Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Χριστὸς ἀνέστη...

Στίχος Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Χριστὸς ἀνέστη...

(ΣΗΜΕΙΩΣΗ: Συνήθως στοὺς ναοὺς ψάλλεται μόνο ὁ πρῶτος στίχος καὶ ἀκολουθεῖ τὸ ἀναστάσιμο ἀπολυτίκιο ἄπαξ.
Κανονικά ψάλλονται οἱ Μακαρισμοὶ πού ἀκολουθοῦν, με τροπάρια στον ἦχο τῆς ἡμέρας ἀπό τήν Παρακλητική)

Μακαρισμοί
     ν τῇ βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθης ἐν τῇ βασιλείᾳ σου.
     Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστίν ἡ βασιλεία τῶν οὐρανῶν.
     Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
     Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
     Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.

     (ΣΗΜΕΙΩΣΗ Ἀπὸ τὸν ἑπόμενο στίχο ψάλλονται τὰ ἀναστάσιμα στιχηρὰ τῶν Μακαρισμῶν σὲ 8, μαζὶ μὲ τοὺς ὑπόλοιπους Μακαρισμούς. Ἂν ὅμως ὁ ἅγιος της ἡμέρας ἔχει κανόνα, λέγονται μόνο τὰ 4 πρῶτα ἀναστάσιμα στιχηρὰ καὶ ἔπειτα ἀπὸ τὴν στ΄ Ὠδὴ τοῦ Κανόνα τοῦ Ἁγίου ἄλλα 4).

     Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
     Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
     Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
     Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστίν ἡ βασιλεία τῶν οὐρανῶν.
     Μακάριοι ἐστέ, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ρῆμα καθ' ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.
     Χαίρετε καὶ ἀγαλλιάσθε, ὅτι ὁ μισθὸς ὑμῶν, πολὺς ἐν τοῖς οὐρανοῖς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΣΗΜΕΙΩΣΗ:Κατά την πασχάλιο περίοδο ψάλουμε τρεῖς φορές
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

(ΣΗΜΕΙΩΣΗ: Στὸ σημεῖο αὐτὸ γίνεται ἡ Μικρά Είσοδος)

[ΔΙΑΚΟΝΟΣ
Τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.

ΙΕΡΕΑΣ
     [Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καταστήσας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς ἀγγέλων καὶ ἀρχαγγέλων εἰς λειτουργίαν τῆς σῆς δόξης, ποίησον σὺν τῇ εἰσόδῳ ἡμῶν εἴσοδον ἁγίων ἀγγέλων γενέσθαι, συλλειτουργούντων ἡμῖν καὶ συνδοξολογούντων τὴν σὴν ἀγαθότητα.
     Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.   
     (ὁ Διάκονος πρὸς τὸν ἱερέα): Εὐλόγησον δέσποτα τὴν ἁγίαν εἴσοδον.   
     Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν].

ΔΙΑΚΟΝΟΣ
Σοφία. Ὀρθοί.
ΙΕΡΕΑΣ
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν…
ΧΟΡΟΣ
…ψάλλοντάς σοι· Ἀλληλούϊα.

(ΣΗΜΕΙΩΣΗ: Κανονικά τὸ Εἰσοδικό ψάλλεται ὁλόκληρο ἀπὸ τὸν χορό ἐφ’ ὅσον ὑπάρχει μόνον ἕνας ἱερέας. Σέ περίπτωση συλλείτουργου, οἱ ἱερεῖς ψάλλουν τὴν ἀρχή καὶ οἱ χοροὶ τὴν κατάληξη, ὅπως πιό πάνω).

ΕΙΣΟΔΙΚΑ ΤΟΥ ΕΝΙΑΥΤΟΥ
ΤΩΝ ΚΥΡΙΑΚΩΝ
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς σοι Ἀλληλούϊα.
ΣΤΙΣ  ΜΝΗΜΕΣ  ΤΩΝ ΑΓΙΩΝ
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός ψάλλοντάς σοι Ἀλληλούϊα.
ΣΤΗΝ ΥΨΩΣΗ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ
ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν. καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιος ἐστι. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς, ψάλλοντάς σοι. Ἀλληλούϊα.
ΣΤΗ ΓΕΝΝΗΣΗ ΤΟΥ ΧΡΙΣΤΟΥ
κ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε· ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
ΣΤΗΝ ΕΟΡΤΗ ΤΩΝ ΘΕΟΦΑΝΙΩΝ
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Σῶσον ἡμὰς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.
ΣΤΗΝ ΕΟΡΤΗ ΤΗΣ ΥΠΑΠΑΝΤΗΣ
᾿Εγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον πάντων τῶν ἐθνῶν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.
ΣΤΗΝ ΕΟΡΤΗ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΜΟΥ
Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
 Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι’ ἡμᾶς σαρκωθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.
ΤΗΝ ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, επί πώλου όνου καθεσθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.
ΤΗ ΜΕΓΑΛΗ ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΣΧΑ
ν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς σοι Ἀλληλούϊα.
ΤΗΝ ΠΕΜΠΤΗ ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ
νέβη ο Θεός εν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ εν δόξη ἀναληφθείς ἀφ ἡμῶν είς τούς οὐρανούς, ψάλλοντάς σοι Ἀλληλούϊα.
ΤΗΝ ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ
ψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου· Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι· Ἀλληλούϊα.
ΣΤΗΝ ΜΕΤΑΜΟΡΦΩΣΙΝ ΤΟΥ ΣΩΤΗΡΟΣ
τι παρα σοι πηγη Ζωης, Κυριε εν τω φωτι Σου οψόμεθα φως. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ
μεταμορφωθείς, ψάλλοντάς σοι Ἀλληλούϊα.

Ἀναστάσιμο ἀπολυτίκιο ἡμέρας

Ἀπολυτίκιο ἁγίου/ἁγίων ἡμέρας
Σε περίπτωση μνημοσύνου:
Μνήσθητι Κύριε ὡς ἀγαθός τοῦ     δούλου     σου [τῆς δούλης, τῶν δούλων]καί ὅσα ἐν βίῳ ἥμαρτε [ἥμαρτον]   συγχώρησον. οὐδείς ,γάρ, ἀναμάρτητος εἰμή σύ, ὁ δυνάμενος καί τῷ    μεταστάντι [τῇ μεταστάσῃ, τοῖς μεταστᾶσι ]       δοῦναι τήν ἀνάπαυσιν

Ἀπολυτίκιο Ναοῦ

ΚΟΝΤΑΚΙΑ ΟΛΟΥ ΤΟΥ ΕΝΙΑΥΤΟΥ
ΤΩΝ ΚΥΡΙΑΚΩΝ
Προστασία τν Χριστιανν καταίσχυντε, μεσιτεία πρς τν Ποιητν μετάθετε. Μ παρίδς μαρτωλν δεήσεων φωνάς, λλ πρόφθασον, ς γαθή, ες τν βοήθειαν μν, τν πιστς κραυγαζόντων σοι· Τάχυνον ες πρεσβείαν, κα σπεσον ες κεσίαν, προστατεύουσα εί, Θεοτόκε, τν τιμώντων σε.
ΣΤΟ ΓΕΝΕΣΙΟΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
ωακεμ κα ννα νειδισμο τεκνίας, κα δμ κα Εα, κ τς φθορς το θανάτου, λευθερώθησαν, χραντε, ν τ γί γεννήσει σου· ατν ορτάζει κα λαός σου, νοχς τν πταισμάτων, λυτρωθες ν τ κράζειν σοι· στερα τίκτει τν Θεοτόκον, κα τροφν τς ζως μν.
ΣΤΗΝ ΥΨΩΣΗ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ
ψωθες ν τ Σταυρ κουσίως, τ πωνύμ σου καιν πολιτεί, τος οκτιρμούς σου δώρησαι, Χριστ Θεός. Εφρανον ν τ δυνάμει σου, τος πιστος Βασιλες μν, νίκας χορηγν ατος, κατ τν πολεμίων· τν συμμαχίαν χοιεν τν σήν, πλον ερήνης, ήττητον τρόπαιον.
ΣΤΗΝ ΕΟΡΤΗΝ ΤΩΝ ΕΙΣΟΔΙΩΝ
καθαρώτατος νας το Σωτρος, πολυτίμητος παστς κα Παρθένος, τ ερν θησαύρισμα τς δόξης το Θεο, σήμερον εσάγεται, ν τ οκ Κυρίου, τν χάριν συνεισάγουσα, τν ν Πνευματι Θεί· ν νυμνοσιν γγελοι Θεο· Ατη πάρχει σκην πουράνιος.
ΠΡΟΕΟΡΤΙΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ
Παρθένος σήμερον, τν προαιώνιον Λόγον, ν Σπηλαί ρχεται, ποτεκεν πορρήτως . Χόρευε οκουμένη κουτισθεσα· δόξασον μετ γγέλων κα τν Ποιμένων, βουληθέντα ποφθναι, παιδίον νέον, τν πρ αώνων Θεόν.
ΣΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΗ
Παρθένος σήμερον, τν περούσιον τίκτει, κα γ τ Σπήλαιον, τ προσίτ προσάγει. γγελοι μετ Ποιμένων δοξολογοσι. Μάγοι δ μετ στέρος δοιποροσι· δι’ μς γρ γεννήθη, Παιδίον νέον, πρ αώνων Θεός.
ΤΗΝ ΠΡΩΤΗ ΤΟΥ ΕΤΟΥΣ
τν λων Κύριος, περιτομν πομένει, κα βροτν τ πταίσματα, ς γαθς περιτέμνει· δίδωσι, τν σωτηρίαν σήμερον κόσμ· χαίρει δ, ν τος ψίστοις κα το Κτίστου, εράρχης κα φωσφόρος, θεος μύστης Χριστο Βασίλειος.
ΠΡΟΕΟΡΤΙΟ ΤΩΝ ΘΕΟΦΑΝΙΩΝ
ν τος είθροις σήμερον το ορδάνου, γεγονς Κύριος, τ ωάνν κβο. Μ δειλιάσς βαπτίσαι με· σσαι γρ κω, δμ τν πρωτόπλαστον.
ΣΤΗΝ  ΕΟΡΤΗ ΤΩΝ ΘΕΟΦΑΝΙΩΝ
πεφάνης σήμερον τ οκουμέν, κα τ φς σου Κύριε, σημειώθη φ μς, ν πιγνώσει μνοντας σε· λθες φάνης τ Φς τ πρόσιτον.
ΣΤΗΝ ΕΟΡΤΗ ΤΗΣ ΥΠΑΠΑΝΤΗΣ
μήτραν παρθενικν γιάσας τ τόκ σου, κα χερας το Συμεν ελογήσας ς πρεπε, προφθάσας κα νν σωσας μς Χριστ Θεός. λλ’ ερήνευσον ν πολέμοις τ πολίτευμα, κα κραταίωσον Βασιλες ος γάπησας, μόνος φιλάνθρωπος.
ΣΤΗΝ ΕΟΡΤΗ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΜΟΥ
Τ περμάχ στρατηγ τ νικητήρια, ς λυτρωθεσα τν δεινν εχαριστήρια, ναγράφω σοι Πόλις σου Θεοτόκε· λλ’ ς χουσα τ κράτος προσμάχητον, κ παντοίων με κινδύνων λευθέρωσον, να κράζω σοι· Χαρε νύμφη νύμφευτε.
ΤΗΝ ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΤΟΥ ΦΑΡΙΣΑΙΟΥ
Φαρισαίου φύγωμεν ψηγορίαν, κα Τελώνου μάθωμεν, τ ταπεινν ν στεναγμος, πρς τν Σωτρα κραυγάζοντες· λαθι μόνε μν εδιάλλακτε.
ΤΟ ΣΑΒΒΑΤΟ ΤΩΝ ΚΕΚΟΙΜΗΜΕΝΩΝ
Μετ τν γίων νάπαυσον Χριστέ, τς ψυχς τν δούλων σου, νθα οκ στι πόνος, ο λύπη, ο στεναγμός, λλ ζω τελεύτητος.
ΤΗΝ ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ
ταν λθς Θεός, π γς μετ δόξης, κα τρέμωσι τ σύμπαντα, ποταμς δ το πυρς πρ το Βήματος λκ, κα βίβλοι νοίγωνται, κα τ κρυπτ δημοσιεύωνται, τότε ῥῦσαί με, κ το πυρς το σβέστου, κα ξίωσον, κ δεξιν σου μ στναι, Κριτ δικαιότατε.
ΤΗΝ  ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ
Τς σοφίας δηγέ, φρονήσεως χορηγέ, τν φρόνων παιδευτά, κα πτωχν περασπιστά, στήριξον, συνέτισον τν καρδίαν μου Δέσποτα. Σ δίδου μοι λόγον, το Πατρός Λόγος· δο γρ τ χείλη μου, ο μ κωλύσω ν τ κράζειν σοι· λεμον, λέησόν με τν παραπεσόντα.
ΤΟ ΣΑΒΒΑΤΟ ΤΟΥ ΛΑΖΑΡΟΥ
πάντων χαρά, Χριστς λήθεια, τ φς ζωή, το Κόσμου νάστασις, τος ν γ πεφανέρωται, τ ατο γαθότητι, κα γέγονε τύπος τς ναστάσεως, τος πσι παρέχων θείαν φεσιν.
ΤΗΝ ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ
Τ θρόν ν οραν, τ πώλ π τς γς, ποχούμενος Χριστ Θεός, τν γγέλων τν ανεσιν, κα τν Παίδων νύμνησιν προσεδέξω βοώντων σοι· Ελογημένος ε ρχόμενος, τν δμ νακαλέσασθαι.
ΤΗΝ ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΣΧΑ
Ε κα ν τάφ κατλθες θάνατε, λλ το δου καθελες τν δύναμιν, κα νέστης ς νικητής, Χριστ Θεός, γυναιξ Μυροφόροις φθεγξάμενος. Χαίρετε, κα τος σος ποστόλοις ερήνην δωρούμενος τος πεσοσι παρέχων νάστασιν.
ΤΗΝ ΤΕΤΑΡΤΗ ΤΗΣ ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗΣ
Τς ορτς τς νομικς μεσαζούσης, τν πάντων Ποιητς κα Δεσπότης, πρς τος παρόντας λεγες, Χριστ Θεός· Δετε κα ρύσασθε, δωρ θανασίας· θεν σοι προσπίπτομεν, κα πιστς κβομεν· Τος οκτιρμούς σου δώρησαι μν· σ γρ πάρχεις πηγ τς ζως μν.
ΤΗΝ ΠΕΜΠΤΗ ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ
Τν πρ μν πληρώσας οκονομίαν, κα τ π γς νώσας τος ορανίοις, νελήφθης ν δόξ, Χριστε Θες μν, οδαμόθεν χωριζόμενος, λλ μένων διάστατος, κα βον τος γαπσί σε· γώ εμι μεθ’ μν, κα οδες καθ’ μν.
ΤΗΝ ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ
τε καταβς τς γλώσσας συνέχεε, διεμέριζεν θνη ψιστος· τε το πυρς τς γλώσσας διένειμεν, ες νότητα πάντας κάλεσε, κα συμφώνως δοξάζομεν τ πανάγιον Πνεμα.
ΤΗΝ ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ
ς παρχς τς φύσεως, τ φυτουργ τς κτίσεως, οκουμένη προσφέρει σοι Κύριε, τος θεοφόρους Μάρτυρας, τας ατν κεσίαις, ν ερήν βαθεί, τν κκλησίαν σου, δι τς Θεοτόκου συντήρησον, πολυέλεε.
ΣΤΗΝ ΜΕΤΑΜΟΡΦΩΣΙΝ ΤΟΥ ΣΩΤΗΡΟΣ
π το ρους μετεμορφώθης, κα ς χώρουν ο Μαθηταί σου τν δόξαν σου, Χριστ Θες θεάσαντο, να ταν σε δωσι σταυρούμενον, τ μν πάθος νοήσωσιν κούσιον, τ δ κόσμ κηρύξωσιν, τι σ πάρχεις ληθς, το Πατρς τ παύγασμα.
ΣΤΗΝ ΚΟΙΜΗΣΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
Τν ν πρεσβείαις κοίμητον Θεοτόκον, κα προστασίαις μετάθετον λπίδα, τάφος κα νέκρωσις οκ κράτησεν· ς γρ ζως Μητέρα, πρς τν ζων μετέστησεν, μήτραν οκήσας ειπάρθενον.
 (ΣΗΜΕΙΩΣΗ: Κανονικά ὁ χορός ψάλλει ὅλα τὰ Ἀπολυτίκια ἐφ’ ὅσον ὑπάρχει μόνο ἕνας ἱερέας. Σέ περίπτωση συλλείτουργου, οἱ ἱερεῖς ψάλλουν τὸ Ἀναστάσιμο Ἀπολυτίκιο).

ΙΕΡΕΑΣ
      [Ὁ Θεὸς ὁ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπὸ τῶν Σεραφὶμ ἀνυμνούμενος καὶ ὑπὸ τῶν Χερουβὶμ δοξολογούμενος καὶ ὑπὸ πάσης ἐπουρανίου Δυνάμεως προσκυνούμενος· ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα· ὁ κτίσας τὸν ἄνθρωπον κατ’ εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ παντί σου χαρίσματι κατακοσμήσας· ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν· ὁ καταξιώσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν· αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν τρισάγιον ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον· ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα· καὶ δὸς ἡμῖν ἐν ὀσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν ἁγίων, τῶν ἀπ’ αἰῶνος σοι εὐαρεστησάντων].

ΔΙΑΚΟΝΟΣ
Τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΙΕΡΕΑΣ
     τι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί,…
ΔΙΑΚΟΝΟΣ
…καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ
μήν.
γιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. (3 φορές και σε συλλείτουργο 5 φορές )
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμὴν.
γιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
ΔΙΑΚΟΝΟΣ
Δύναμις.
ΧΟΡΟΣ
Δύναμις.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

Σημείωση:Στις δεσποτικές ἑορτές ψάλλουμε:
σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμὴν.
Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.
ΔΙΑΚΟΝΟΣ
Δύναμις.
ΧΟΡΟΣ
Δύναμις.
σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.

ΣΗΜΕΙΩΣΗ:Στις ἑορτές τοῦ Σταυροῦ ψάλλουμε-
Τὸν Σταυρόν σου προσκυνοῦμεν, Δέσποτα,
καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμὴν.
Καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν..
ΔΙΑΚΟΝΟΣ
Δύναμις.
ΧΟΡΟΣ
Δύναμις.
Τὸν Σταυρόν σου προσκυνοῦμεν, Δέσποτα,
καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν

[ΔΙΑΚΟΝΟΣ
[Κέλευσον, Δέσποτα].
ΙΕΡΕΑΣ
[Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου].
ΔΙΑΚΟΝΟΣ
[Εὐλόγησον, δέσποτα, τὴν ἄνω καθέδραν].

ΙΕΡΕΑΣ
[Εὐλογημένος εἶ ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν].

ΑΝΑΓΝΩΣΤΗΣ
Προκείμενον τοῦ Ἀποστόλου. Ἦχος…Ψαλμὸς…
ΔΙΑΚΟΝΟΣ
Πρόσχωμεν.
ΑΝΑΓΝΩΣΤΗΣ
(Ἀπαγγέλεται τὸ προκείμενο καὶ ὁ στίχος του
ἀπὸ τὸν Ἀναγνώστη ἤ ψάλλεται ἀπὸ τὸν Χορό τρὶς).
ΔΙΑΚΟΝΟΣ
Σοφία.
ΑΝΑΓΝΩΣΤΗΣ
(Ἐκφώνηση τῆς ἐπιγραφῆς τοῦ ἀποστολικοῦ ἀναγνώσματος.
π.χ.: «Πρὸς Κορινθίους πρώτης ἐπιστολῆς Παύλου τὸ ἀναγνωσμα»).
ΔΙΑΚΟΝΟΣ
 Πρόσχωμεν.
ΑΝΑΓΝΩΣΤΗΣ
(Ἀνάγνωση τῆς ἀποστολικῆς περικοπῆς)

[ΔΙΑΚΟΝΟΣ
[Εὐλόγησον, δέσποτα, τὸ θυμίαμα].

ΙΕΡΕΑΣ
     Εὐλογητὸς ὁ Θεὸς ἡμῶν  πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Θυμίαμα σοὶ προσφέρομεν, Χριστὲ ὁ Θεὸς ἡμῶν, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ὁ προσδεξάμενος εἰς τὸ ὑπερουράνιόν σου θυσιαστήριον, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ παναγίου σου Πνεύματος. Ἀμήν. Εὐλόγησον, Δέσποτα, τὸν εὐαγγελιστὴν τοῦ ἁγίου ἐνδόξου ἀποστόλου καὶ εὐαγγελιστοῦ….Ὁ Θεός, διὰ πρεσβειῶν τοῦ ἁγίου, ἐνδόξου, ἀποστόλου καὶ εὐαγγελιστοῦ, δώη σοι ρῆμα τῷ εὐαγγελιζομένῳ δυνάμει πολλῇ, εἰς ἐκπλήρωσιν τοῦ εὐαγγελίου τοῦ ἀγαπητοῦ Υἱοῦ αὐτοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀμήν. Ἀμήν. Ἀμήν. Γένοιτό μοι νῦν κατὰ τὸ ρῆμά σου. Ἀπόστολε Ἅγιε καὶ εὐαγγελιστά, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν].

ΙΕΡΕΑΣ
Εἰρήνη σοι τῷ ἀναγνῶντι. [τῷ ἀναγιγνώσκοντι]
ΧΟΡΟΣ
Ἀλληλούια, ἀλληλούια, ἀλληλούια (τρὶς)
[μαζί μὲ τοὺς στίχους].
ΣΗΜΕΙΩΣΗ:Ὁ ἱερέας θυμιάζει ἀπό τήν Ωραία Πύλη

ΙΕΡΕΑΣ
     [Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς καὶ τοὺς τῆς διανοίας ἡμῶν διάνοιξον ὀφθαλμοὺς εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν].
ΔΙΑΚΟΝΟΣ
     [Εὐλόγησον, δέσποτα, τὸν εὐαγγελιστὴν τοῦ ἁγίου ἐνδόξου ἀποστόλου καὶ εὐαγγελιστοῦ…].
ΙΕΡΕΑΣ
     [Ὁ Θεὸς διὰ πρεσβειῶν τοῦ ἁγίου ἐνδόξου ἀποστόλου καὶ εὐαγγελιστοῦ…δῲη σοι ῥῆμα τῷ εὐαγγελιζομένῳ δυνάμει πολλῇ εἰς ἐκπλήρωσιν τοῦ Εὐαγγελίου τοῦ ἀγαπητοῦ Υἱοῦ αὐτοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ].
ΔΙΑΚΟΝΟΣ
[Ἀμὴν, ἀμὴν, ἀμὴν. Γένοιτό μοι κατὰ τὸ ῥῆμα σου].

ΙΕΡΕΑΣ
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
ΧΟΡΟΣ
Καὶ τῷ πνευματί σου.
ΔΙΑΚΟΝΟΣ
Ἐκ τοῦ κατὰ…ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
ΙΕΡΕΑΣ
Πρόσχωμεν.
ΧΟΡΟΣ
Δόξα σοι, Κύριε, δόξα σοι.
ΔΙΑΚΟΝΟΣ
 (Διαβάζει εμμελώς τὸ Εὐαγγέλιο).
ΙΕΡΕΑΣ
Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ.
ΧΟΡΟΣ
Δόξα σοι, Κύριε, δόξα σοι.

ΔΙΑΚΟΝΟΣ ΕΚΤΕΝΗΣ ΔΕΗΣΗ
ΣΗΜΕΙΩΣΗ:  Η ἐκτενής δέηση καί οἱ δεήσεις ὑπέρ τῶν κατηχουμένων πρέπει να λέγονται ἐκφώνως. Συνήθως ὄμως οἱ ἱερεῖς τίς λένε μυστικῶς  καί λένε κατευθεῖαν ἐκφώνως "ὅπως ὑπό τό κράτος σου..."

     Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον (3).
ΔΙΑΚΟΝΟΣ
     Κύριε Παντοκράτορ, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
ΧΟΡΟΣ
Κύριε ἐλέησον (3).
ΔΙΑΚΟΝΟΣ
     Ἐλέησον ἡμᾶς ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
ΧΟΡΟΣ
Κύριε ἐλέησον (3).
ΔΙΑΚΟΝΟΣ
     τι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Χρυσοστόμου, τῶν ἀδελφῶν ἡμῶν τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
ΧΟΡΟΣ
Κύριε ἐλέησον (3).
ΔΙΑΚΟΝΟΣ
     τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας,  ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ/κώμῃ ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας Ἐκκλησίας ταύτης.
ΧΟΡΟΣ
Κύριε ἐλέησον (3).
ΔΙΑΚΟΝΟΣ
     τι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων τοῦ ἁγίου ναοῦ τούτου καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων.
ΧΟΡΟΣ
Κύριε ἐλέησον (3).
ΔΙΑΚΟΝΟΣ
     τι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ  ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρά σοῦ μέγα καὶ πλούσιον ἔλεος.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΙΕΡΕΑΣ
     [Κύριε ὁ  Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν σῶν δούλων καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου· καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ’ ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν σου, τὸν ἀπεκδεχόμενον τὸ παρά σοῦ μέγα καὶ πλούσιον ἔλεος].
     Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν  δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ  Πνεύματι, νῦν  καὶ  ἀεὶ  καὶ εἰς  τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ
Ἀμήν.

ΔΙΑΚΟΝΟΣ ΔΕΗΣΕΙΣ ΥΠΕΡ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ

Εὔξασθε, οἱ κατηχούμενοι, τῷ Κυρίῳ.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     Οἱ πιστοί, ὑπὲρ τῶν κατηχουμένων δεηθῶμεν.
     Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ.
     Κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας.
     Ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης.
     Ἑνώσῃ  αὐτοὺς τῇ  ἁγίᾳ  αὐτοῦ  καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ.
     Σῶσον, ἐλέησον, ἀντιλαβοῦ καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ σῇ χάριτι.
     Οἱ κατηχούμενοι, τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
ΧΟΡΟΣ
Σοὶ Κύριε.
ΙΕΡΕΑΣ
     [Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, ὁ διὰ τὴν σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων ἐξαποστείλας, τὸν μονογενῆ σου Υἱὸν καὶ Θεόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐπίβλεψον ἐπὶ τοὺς δούλους σου τοὺς κατηχουμένους, τοὺς ὑποκεκλικότας σοι τὸν ἑαυτῶν αὐχένα· καὶ καταξίωσον αὐτούς ἐν καιρῷ εὐθέτῳ τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν καὶ τοῦ ἐνδύματος τῆς ἀφθαρσίας· ἕνωσον αὐτοὺς τῇ ἁγίᾳ σου καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ καὶ συγκαταρίθμησον αὐτοὺς τῇ ἐκλεκτῇ σου ποίμνῃ].
     Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ
Ἀμήν.
ΔΙΑΚΟΝΟΣ
     σοι κατηχούμενοι, προέλθετε· οἱ κατηχούμενοι προέλθετε· ὅσοι κατηχούμενοι προέλθετε· μὴ τις τῶν κατηχουμένων.
     Ὅσοι πιστοί, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
ΧΟΡΟΣ
Κύριε ελέησον.
ΔΙΑΚΟΝΟΣ
Σοφία.
ΙΕΡΕΑΣ
     [Εὐχαριστοῦμέν σοι, Κύριε ὁ  Θεὸς τῶν δυνάμεων, τῷ καταξιώσαντι ἡμᾶς παραστῆναι καὶ νῦν τῷ ἁγίῳ σου θυσιαστηρίῳ καὶ προσπεσεῖν τοῖς οἰκτιρμοῖς σου ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἁγνοημάτων. Πρόσδεξαι, ὁ  Θεός, τὴν δέησιν ἡμῶν· ποίησον ἡμᾶς ἀξίους γενέσθαι τοῦ προσφέρειν σοι δεήσεις καὶ ἱκεσίας καὶ θυσίας ἀναιμάκτους ὑπὲρ παντός τοῦ λαοῦ σου· καὶ ἱκάνωσον ἡμᾶς, οὕς ἔθου εἰς τὴν διακονίαν σου ταύτην ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ ἁγίου, ἀκαταγνώστως καὶ ἀπροσκόπτως, ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ἐπικαλεῖσθαί σε ἐν παντὶ καιρῷ καὶ τόπῳ, ἵνα, εἰσακούων ἡμῶν, ἵλεως ἡμῖν εἴης, ἐν τῷ πλήθει τῆς σῆς ἀγαθότητος].

     Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ
Ἀμήν.
ΔΙΑΚΟΝΟΣ
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλεήσον.
ΔΙΑΚΟΝΟΣ
     Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
ΧΟΡΟΣ
Κύριε ελεήσον.
ΔΙΑΚΟΝΟΣ
Σοφία.
ΙΕΡΕΑΣ
     [Πάλιν καὶ πολλάκις σοὶ προσπίπτομεν καὶ σοῦ δεόμεθα, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅπως, ἐπιβλέψας ἐπὶ τὴν δέησιν ἡμῶν, καθαρίσῃς ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος καὶ δώῃς ἡμῖν ἀνένοχον καὶ ἀκατάκριτον τὴν παράστασιν τοῦ ἁγίου σου θυσιαστηρίου. Χάρισαι δέ, ὁ Θεός, καὶ τοῖς συνευχομένοις ἡμῖν προκοπὴν βίου καὶ πίστεως καὶ συνέσεως πνευματικῆς· δὸς αὐτοῖς πάντοτε, μετὰ φόβου καὶ ἀγάπης λατρεύειν σοι, ἀνενόχως καὶ ἀκατακρίτως μετέχειν τῶν ἁγίων σου μυστηρίων καὶ τῆς ἐπουρανίου σου βασιλείας ἀξιωθῆναι].

     πως ὑπὸ τοῦ κράτους σου πάντοτε φυλαττόμενοι, σοὶ  δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ  Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ ΧΕΡΟΥΒΙΚΟΣ ΥΜΝΟΣ
μήν.
     Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον Ὕμνον προσάδοντες, πᾶσαν νῦν βιοτικὴν ἀποθώμεθα μέριμναν.
ΣΗΜΕΙΩΣΗ :Τή Μεγάλη Πέμπτη  ἀντί Χερουβικοῦ, κοινωνικοῦ καί εἰδομεν το φῶς ψάλλουμε σε ηχο πλ.Β΄
     Τοῦ δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω·
Οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ’ ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.

ΣΗΜΕΙΩΣΗ :Τό Μέγα Σάββατο ἀντί Χερουβικοῦ ψάλλουμε σε ηχο πλ.Α΄
Σιγησάτω πᾶσα σάρξ βροτεία, καὶ στήτω μετὰ φόβου καὶ τρόμου, καὶ μηδὲν γήϊνον ἐν ἑαυτῇ λογιζέσθω· ὁ γὰρ Βασιλευς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, προσέρχεται σφαγιασθῆναι, καὶ δοθῆναι εἰς βρῶσιν τοῖς πιστοῖς· προηγοῦνται δὲ τούτου, οἱ χοροὶ τῶν Ἀγγέλων, μετὰ πάσης ἀρχῆς καὶ ἐξουσίας,

Τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφίμ, τὰς ὄψεις καλύπτοντα, καὶ βοῶντα τὸν ὕμνον· Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ΙΕΡΕΑΣ
     [Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν ἢ λειτουργεῖν σοι, βασιλεῦ τῆς δόξης· τὸ γὰρ διακονεῖν σοι μέγα καὶ φοβερόν καὶ αὐταὶς ταῖς ἐπουρανίαις δυνάμεσιν. Ἀλλ' ὅμως διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν σου φιλανθρωπίαν ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος καὶ ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας καὶ τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν ὡς Δεσπότης τῶν ἁπάντων. Σὺ γὰρ μόνος, Κύριε ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων, ὁ ἐπὶ θρόνου χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφὶμ Κύριος καὶ βασιλεὺς τοῦ Ἰσραήλ, ὁ μόνος ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος.
     Σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον· ἐπίβλεψον ἐπ’ ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δοῦλόν σου καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς· καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ ἁγίου σου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἄχραντόν σου Σῶμα καὶ τὸ τίμιον Αἷμα.
     Σοὶ γὰρ προσέρχομαι κλίνας τὸν ἐμαυτοῦ αὐχένα καὶ δέομαί σου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων σου, ἀλλ’ ἀξίωσον προσενεχθῆναί σοι ὑπ’ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου τὰ δῶρα ταῦτα. Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
     Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσάδοντες, πάσαν τὴν βιοτικὴν ἀποθώμεθα μέριμναν (3).
ΔΙΑΚΟΝΟΣ
     Ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι, ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
ΙΕΡΕΑΣ
     [Ἀνάστασιν Χριστοῦ θεασάμενοι προσκυνήσωμεν ἅγιον, Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν,  ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὄλῳ τῷ κόσμῳ, διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

ΣΗΜΕΙΩΣΗ [Ἐάν εἶναι Κυριακή, ἀκολουθεῖ ο Ν’ Ψαλμός. Ἐάν εἶναι ἄλλη ἡμέρα, ἀκολουθεῖ τὸ «Δεῦτε προσκυνήσωμεν…» καὶ ὁ Ν’ Ψαλμός μέχρι τὸ «ὁ Θεὸς οὐκ ἐξουδενώσει»]. ὁ ἱερέας θυμιάζει τά τΤίμια Δῶρα καί τό ἱερό καί βγαίνει στην Ωραία Πύλη για να θυμιάσει την ὥρα πού ὁ χορός ἔχει φτάσει στη φράση "Τριάδι..."τοῦ Χερουβικοῦ λέγοντας χαμηλόφωνα τόν ὑπόλοιπο Ν΄(Πεντηκοστό) Ψαλμό

     Δεῦτε προσκυνήσωμεν…(3).

Ψαλμὸς 50ος
     Ἐλησν με Θες κατ τ μγα λες σου κα κατ τ πλθος τῶν οκτιρμν σου ξλειψον τ νμημ μου. π πλεον πλνν με π τς νομας μου κα π τς μαρτας μου καθρισν με. τι τν νομαν μου γ γινσκω κα μαρτα μου νπιν μου στὶ δι παντς. Σο μνῳ μαρτον κα τ πονηρν νπιν σου ποησα πως ν δικαιωθς ν τος λγοις σου κα νικσῃς ν τ κρνεσθα σε. δο γρ ν νομαις συνελφθην κα ν μαρταις κσσησ με μτηρ μου. δο γρ λθειαν γπησας τ δηλα κα τ κρφια τς σοφας σου δλωσς μοι. αντιες με σσπῳ κα καθαρισθσομαι πλυνες με κα πρ χινα λευκανθσομαι. κουτιες μοι γαλλασιν κα εφροσνην γαλλισονται στέα τεταπεινωμνα. πστρεψον τ πρσωπν σου π τν μαρτιν μου κα πσας τς νομας μου ξλειψον. Καρδαν καθαρν κτσον ν μο Θες κα πνεμα εθς γκανισον ν τος γκτοις μου. Μ ποῤῥψῃς με π το προσπου σου κα τ Πνεμα σου τ γιον μ ντανλῃς π' μοῦ. πδος μοι τν γαλλασιν το σωτηρου σου κα πνεματι γεμονικ στριξν με. Διδξω νμους τς δος σου κα σεβες π σ πιστρψουσιν. σα με ξ αμτων Θες, Θες τς σωτηρας μου, γαλλισεται γλσσ μου τν δικαιοσνην σου. Κριε, τ χελη μου νοξεις, κα τ στμα μου ναγγελε τν ανεσν σου. τι ε θλησας θυσαν δωκα ν λοκαυτματα οκ εδοκσεις. Θυσα τ Θεῷ, πνεμα συντετριμμνον καρδαν συντετριμμνην κα τεταπεινωμνην Θες οκ ξουδενσει. γθυνον, Κριε, ν τ εδοκᾳ σου τν Σιν, κα οκοδομηθτω τ τεχη ερουσαλήμ. Ττε εδοκσεις θυσαν δικαιοσνης ναφορν κα λοκαυτματα. Ττε νοσουσιν π τ θυσιαστριν σου μσχους.

     Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με].

ΔΙΑΚΟΝΟΣ
[Ἔπαρον, δέσποτα].

ΙΕΡΕΑΣ
    [ Ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον.
     Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος].

ΔΙΑΚΟΝΟΣ
[Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι].

ΧΟΡΟΣ
ς τὸν βασιλέα τῶν ὅλων ὑποδεξόμενοι.

ΔΙΑΚΟΝΟΣ
     Πάντων ὑμῶν μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[ΣΗΜΕΙΩΣΗ: Κανονικά, ὁ ἱερέας μετά τὴ Μεγάλη Εἰσοδο, δὲν στέκεται νὰ μνημονεύσει πρόσωπα ζῶντα ἤ κεκοιμημένα, ἀλλὰ εἰσέρχεται ἐν σιωπῇ στὸ ἱερὸ].
ΧΟΡΟΣ
μήν. Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα.

ΔΙΑΚΟΝΟΣ
     [Τῆς ἱερωσύνης σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων].
ΙΕΡΕΑΣ
     [Τῆς ἱεροδιακονίας σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
     Ὁ εὐσχήμων Ἰωσήφ ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου σῶμα, σινδόνι καθαρᾷ εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο].
ΔΙΑΚΟΝΟΣ
[Ἀγάθυνον, δέσποτα].
ΙΕΡΕΑΣ
     [Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλημ.
     Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
     Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
     Μνήσθητί μου, άδελφὲ καὶ συλλειτουργέ].
ΔΙΑΚΟΝΟΣ
     [Μνησθείη Κύριος ὁ Θεὸς τῆς ἱερωσύνης σου ἐν τῇ βασιλείᾳ αὐτοῦ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
     Εὖξαι ὑπὲρ ἐμοῦ, δέσποτα ἅγιε].
ΙΕΡΕΑΣ
     [Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι].
ΔΙΑΚΟΝΟΣ
     [Αὐτὸ τὸ Πνεῦμα συλλειτουργήσει ἡμῖν πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.
     Μνήσθητί μου, δέσποτα ἅγιε].
ΙΕΡΕΑΣ
     [Μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων].
ΔΙΑΚΟΝΟΣ ΠΛΗΡΩΤΙΚΑ
[Ἀμήν].
Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
πὲρ τῶν προτεθέντων τιμίων δώρων τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     πὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     πὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
ΧΟΡΟΣ
Παράσχου, Κύριε.
ΔΙΑΚΟΝΟΣ
     γγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
ΧΟΡΟΣ
Παράσχου, Κύριε.
ΔΙΑΚΟΝΟΣ
     Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
ΧΟΡΟΣ
Παράσχου, Κύριε.
ΔΙΑΚΟΝΟΣ
     Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
ΧΟΡΟΣ
Παράσχου, Κύριε.
ΔΙΑΚΟΝΟΣ
     Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
ΧΟΡΟΣ
Παράσχου, Κύριε.
ΔΙΑΚΟΝΟΣ
     Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
ΧΟΡΟΣ
Παράσχου, Κύριε.
ΔΙΑΚΟΝΟΣ
     Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΧΟΡΟΣ
Σοί, Κύριε.
ΙΕΡΕΑΣ
     [Κύριε, ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μόνος ἅγιος, ὁ δεχόμενος θυσίαν αἰνέσεως παρὰ τῶν ἐπικαλουμένων σε ἐν ὅλῃ καρδίᾳ, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὴν δέησιν καὶ προσάγαγε τῷ ἁγίῳ σου θυσιαστηρίῳ· καὶ ἱκάνωσον ἡμᾶς προσενεγκεῖν σοι δῶρά τε καὶ θυσίας πνευματικὰς ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἁγνοημάτων. Καὶ καταξίωσον ἡμᾶς εὐρεῖν χάριν ἐνώπιόν σου, τοῦ γενέσθαι σοι εὐπρόσδεκτον τὴν θυσίαν ἡμῶν καὶ ἐπισκηνῶσαι τὸ Πνεῦμα τῆς χάριτός σου τὸ ἀγαθὸν ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα καὶ ἐπὶ πάντα τον λαόν σου].

     Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ
μήν.
ΙΕΡΕΑΣ
Εἰρήνη πᾶσι.
ΧΟΡΟΣ
Καὶ τῷ πνεύματί σου.
ΙΕΡΕΑΣ
γαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.
ΧΟΡΟΣ
     Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.
ΣΗΜΕΙΩΣΗ Σε συλλείτουργο ή αρχιερατική Θ. λειτουργία ψάλλουμε:
γαπήσω σε, Κύριε, ἡ ἰσχύς μου·
Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου
ΙΕΡΕΑΣ
[Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου·
Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου].
Τὰς θύρας, τὰς θύρας· ἐν σοφίᾳ πρόσχωμεν.
ΧΟΡΟΣ
     Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
     Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο.
     Τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.
     Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα.
     Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφὰς.
     Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
     Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζώντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
     Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν.
     Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν.
     Ὁμολογῶ ἕν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
     Προσδοκῶ ἀνάστασιν νεκρῶν.
     Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
ΙΕΡΕΑΣ
     Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου· πρόσχωμεν, τὴν ἁγίαν ἀναφοράν ἐν εἰρήνῃ προσφέρειν.
ΧΟΡΟΣ
λεον εἰρήνης, θυσίαν αἰνέσεως.
ΙΕΡΕΑΣ
     χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ  Θεοῦ καὶ Πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.
ΧΟΡΟΣ
Καὶ μετὰ τοῦ πνεύματός σου.
ΙΕΡΕΑΣ
νω σχῶμεν τὰς καρδίας.
ΧΟΡΟΣ
χομεν πρὸς τὸν Κύριον.
ΙΕΡΕΑΣ
Εὐχαριστήσωμεν τῷ Κυρίῳ.
ΧΟΡΟΣ
ξιον καὶ δίκαιον.
ΙΕΡΕΑΣ
     [Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ αἰνεῖν, σοὶ εὐχαριστεῖν, σὲ προσκυνεῖν ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου. Σὺ γὰρ εἶ Θεὸς ἀνέκφραστος, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ἀεὶ ὤν, ὠσαύτως ὤν· σὺ καὶ ὁ μονογενής σου Υἱός καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον. Σὺ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παρήγαγες καὶ παραπεσόντας ἀνέστησας πάλιν καὶ οὐκ ἀπέστης πάντα ποιῶν, ἕως ἡμᾶς εἰς τὸν οὐρανὸν ἀνήγαγες καὶ τὴν βασιλείαν σου ἐχαρίσω τὴν μέλλουσαν.
     Ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦμέν σοι καὶ τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ Πνεύματί σου τῷ ἁγίῳ· ὑπὲρ πάντων ὧν ἴσμεν, καὶ ὧν οὐκ ἴσμεν, τῶν φανερῶν καὶ ἀφανῶν εὐεργεσιῶν τῶν εἰς ἡμᾶς γεγενημένων.
     Εὐχαριστοῦμέν σοι καὶ ὑπὲρ τῆς λειτουργίας ταύτης, ἥν ἐκ τῶν χειρῶν ἡμῶν δέξασθαι κατηξίωσας, καίτοι σοι παρεστήκασι χιλιάδες ἀρχαγγέλων καὶ μυριάδες ἀγγέλων, τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, ἑξαπτέρυγα, πολυόμματα, μετάρσια, πτερωτά,]

Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα καὶ λέγοντα.
ΧΟΡΟΣ
     γιος, ἅγιος, ἅγιος Κύριος, Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσσανὰ [ὁ] ἐν τοῖς ὑψίστοις.
ΙΕΡΕΑΣ
     [Μετὰ τούτων καὶ ἡμεῖς τῶν μακαρίων δυνάμεων, Δέσποτα φιλάνθρωπε, βοῶμεν καὶ λέγομεν· Ἅγιος εἶ καὶ πανάγιος, σὺ  καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον. Ἅγιος εἶ καὶ πανάγιος καὶ μεγαλοπρεπὴς ἡ δόξα σου· ὅς τὸν κόσμον σου οὕτως ἠγάπησας, ὥστε τὸν Υἱόν σου τὸν Μονογενῆ δοῦναι, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόλυται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Ὃς ἐλθὼν καὶ πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρώσας, τῇ νυκτί ᾗ παρεδίδοτο, μᾶλλον δὲ ἑαυτὸν παρεδίδου ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, λαβὼν ἄρτον ἐν ταῖς ἁγίαις αὐτοῦ καὶ ἀχράντοις καὶ ἀμωμήτοις χερσίν, εὐχαριστήσας καὶ εὐλογήσας, ἁγιάσας, κλάσας, ἔδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, εἰπών·]

     Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον, εἰς ἄφεσιν ἁμαρτιῶν.
ΧΟΡΟΣ
μήν.
ΙΕΡΕΑΣ
[Ὁμοίως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων·]

     Πίετε ἐξ’ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ἡμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
ΧΟΡΟΣ
μήν.
ΙΕΡΕΑΣ
     [Μεμνημένοι τοίνυν τῆς σωτηρίου ταύτης ἐντολῆς καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γεγενημένων, τοῦ σταυροῦ, τοῦ τάφου, τῆς τριημέρου ἀναστάσεως, τῆς εἰς οὐρανοὺς ἀναβάσεως, τῆς ἐκ δεξιῶν καθέδρας, τῆς δευτέρας καὶ ἐνδόξου πάλιν παρουσίας].

     Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν, κατὰ πάντα καὶ διὰ πάντα.
ΧΟΡΟΣ
     Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.
ΙΕΡΕΑΣ
     [Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον λατρείαν, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν· κατάπεμψον τὸ Πνεῦμά σου τὸ ἅγιον ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα].
ΔΙΑΚΟΝΟΣ
[Εὐλόγησον, δέσποτα, τὸν ἅγιον ἄρτον].
ΙΕΡΕΑΣ
[Καὶ ποίησον τὸν μὲν ἄρτον τοῦτον τίμιον Σῶμα τοῦ Χριστοῦ σου].
ΔΙΑΚΟΝΟΣ
[Ἀμήν. Εὐλόγησον, δέσποτα, τὸ ἅγιον ποτήριον].
ΙΕΡΕΑΣ
[Τὸ δὲ ἐν τῷ ποτηρίῳ τούτῳ τίμιον Αἷμα τοῦ Χριστοῦ σου].
ΔΙΑΚΟΝΟΣ
[Ἀμήν. Εὐλόγησον, δέσποτα, ἀμφότερα τὰ ἅγια].
ΙΕΡΕΑΣ
[Μεταβαλὼν τῷ Πνεύματί σου τῷ Ἁγίῳ].
ΔΙΑΚΟΝΟΣ
[Ἀμήν. Ἀμήν. Ἀμήν].
ΙΕΡΕΑΣ
    [Ὥστε γενέσθαι τοῖς μεταλαμβάνουσιν εἰς νῆψιν ψυχῆς, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς κοινωνίαν τοῦ ἁγίου σου Πνεύματος, εἰς βασιλεὶας οὐρανῶν πλήρωμα, εἰς παρρησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἤ εἰς κατάκριμα.
     Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων προπατόρων, πατέρων, πατριαρχῶν, προφητῶν, ἀποστόλων, κηρύκων, εὐαγγελιστῶν, μαρτύρων, ὁμολογητῶν, ἐγκρατευτῶν καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου].

     ξαιρέτως τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

ΧΟΡΟΣ
     ξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ  παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως  τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ΣΗΜΕΙΩΣΗ: ὅταν τελεῖται ἡ Θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου ψάλλουμε:
ΧΟΡΟΣ
πί σοί χαίρει κεχαριτωμένη πᾶσα ἡ κτίσις, Ἀγγέλων τό σύστημα καί ἀνθρώπων τό γένος×ἡγιασμένε ναέ καί παράδεισε λογικέ, παρθενικόν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη καί παιδίον γέγονεν ὁ πρό αἰώνων ὑπάρχων Θεός ἡμῶν. Τήν γάρ σήν μήτραν θρόνον ἐποίησεν καί τήν σήν γαστέρα, παλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπί σοί χαίρει Κεχαριτωμένη πᾶσα ἡ κτίσις , δόξα σοι.

ΣΗΜΕΙΩΣΗ:Τίς μεγάλες δεσποτικές και θεομητορικές γιορτές  , τήν ἑπόμένη ημέρα καί στίς ἀποδόσεις ψάλλουμε:

ΤΗΝ ΕΟΡΤΗ ΤΟΥ ΓΕΝΕΘΛΙΟΥ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
Ἦχος  ΠΛ.Δ΄
λλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα· ἐπὶ σοὶ Θεοτόκε ἀμφότερα ᾠκονομήθη. Διὸ σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἀπαύστως μακαρίζομεν».

ΣΤΗΝ ΕΟΡΤΗ ΤΟΥ ΣΤΑΥΡΟΥ Ἦχος πλ.Δ΄
Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτὸν σὲ μεγαλύνομεν».

ΣΤΗΝ ΕΟΡΤΗ ΤΗΣ ΑΓΙΑΣ ΣΚΕΠΗΣ Ἦχος Δ΄
γγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ἐν ὕμνοις μεγαλύνουσιν, ὅτι πιστῶν τάς χορείας, ἁπανταχοῦ περισκέπει.
 » πας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχουμενος‧ πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω‧ Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.

ΤΗΝ ΕΟΡΤΗ ΤΩΝ ΕΙΣΟΔΙΩΝ  ΤΗΣ ΘΕΟΤΟΚΟΥ ἮχοςΔ΄
 γγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο πῶς ἡ Παρθένος εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων. «Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή».΄

ΤΑ ΧΡΙΣΤΟΥΓΕΝΝΑ ἮχοςΑ΄
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.. Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν».

ΤΗΝ ΕΟΡΤΗ ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ἮχοςΑ΄
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας
Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,
Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,
Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,
Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,
Ὅση πέφυκεν ἡ προαίρεσις δίδου

ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΙΑ ἮχοςΒ΄
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.
πορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.

 ΣΤΗΝ ΕΟΡΤΗ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ Ἦχος Β΄
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.
«τῶν ὑπὲρ νοῦν τοῦ τόκου σου θαυμάτων! Νύμφη Πάναγνε, Μῆτερ εὐλογημένη. Δι' ἧς τυχόντες, παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦμεν, ὡς εὐεργέτῃ, Δῶρον φέροντες, ὕμνον εὐχαριστίας».

ΣΤΗΝ ΕΟΡΤΗ ΤΗΣ ΥΠΑΠΑΝΤΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ἮχοςΓ΄
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.
 ν νόμου σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν

ΣΤΗΝ ΕΟΡΤΗ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΜΟΥ Ἦχος Δ΄
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
 «ς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων. Χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως. Φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετά σοῦ».

ΤΗΝ ΚΥΡΙΑΚΗ ΤΗΣ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ Ἦχος Α΄
Μῆτερ Παρθένε, καὶ Θεοτόκε ἀψευδής, ἡ τεκοῦσα ἀσπόρως, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐν Σταυρῷ ὑψωθέντα σαρκί, σὲ οἱ πιστοί, ἅπαντες ἀξίως, σὺν τούτῳ νῦν μεγαλύνομεν

ΤΟ ΣΑΒΒΑΤΟ ΤΟΥ ΛΑΖΑΡΟΥ Ἦχος πλ.Δ΄
Τὴν ἁγνὴν ἐνδόξως τιμήσωμεν, λαοὶ Θεοτόκον, τὴν τὸ θεῖον πῦρ ἐν γαστρί, ἀφλέκτως συλλαβοῦσαν, ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν
΄
ΤΗΝ ΚΥΡΑΚΗ ΤΩΝ ΒΑΪΩΝ Ἦχος Δ
«Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτήν, καὶ ἀγαλλόμενοι, δεῦτε μεγαλύνωμεν Χριστόν, μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζοντες· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν

ΤΟ ΑΓΙΟ ΠΑΣΧΑ ἮχοςΑ΄
Ἄγγελος ἐβόα τὴ κεχαριτωμένη, Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ, χαῖρε, ὁ σὸς Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
 Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου

ΤΗΝ ΚΥΡΙΑΚΗ ΤΟΥ ΘΩΜΑ Ἦχος Α΄
Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν».

ΤΙΣ ΚΥΡΙΑΚΕΣ ΤΗΣ ΠΑΣΧΑΛΙΟΥ ΠΕΡΙΟΔΟΥ Ἦχος Α΄
Ἄγγελος ἐβόα τὴ κεχαριτωμένη, Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ, χαῖρε, ὁ σὸς Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί, Χαῖρε πύλη Κυρίου, χαῖρε πόλις ἔμψυχε, χαῖρε, δι' ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.

Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.


ΤΗΝ ΤΕΤΑΡΤΗ ΤΗΣ ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗΣ Ἦχος ΠΛ. Δ΄
λλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα· ἐπὶ σοὶ Θεοτόκε, ἀμφότερα ᾠκονομήθη· διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς ἀπαύστως μακαρίζομεν

ΤΗΝ ΠΕΜΠΤΗ ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ Ἦχος πλ.Α΄
Σὲ τὴν ὑπὲρ νοῦν καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν

ΤΗΝ ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ Ἦχος Βαρύς
Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν

ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ Ἦχος Δ
Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.
Ἄπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,
Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.
Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον
Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν


ΣΤΗ ΜΕΤΑΜΟΡΦΩΣΗ ΤΟΥ ΧΡΙΣΤΟΥ Ἦχος΄πλ.Δ΄
Νῦν τὰ ἀνήκουστα ἠκούσθη· ὁ ἀπάτωρ γὰρ Υἱὸς ἐκ τῆς Παρθένου, τῇ πατρῴᾳ φωνῇ, ἐνδόξως μαρτυρεῖται, οἷα Θεὸς καὶ ἄνθρωπος, ὁ αὐτὸς εἰς τοὺς αἰῶνας.

ΣΤΗΝ ΕΟΡΤΗ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ΄
Ἦχος Α
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.
Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε· παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τὸκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου

ΙΕΡΕΑΣ
     [Τοῦ ἁγίου Ἰωάννου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· τοῦ ἁγίου/τῆς ἁγίας/τῶν ἁγίων (τῆς ἡμέρας) οὗ/ἧς/ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς ὁ Θεός.
     Καὶ μνήσθητι πάντων τῶν κεκοιμημένων ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου (στὸ σημεῖο αὐτό μνημονεύονται τὰ ὀνόματα τῶν κεκοιμημένων) καὶ ἀνάπαυσον αὐτούς, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου.
     Ἔτι παρακαλοῦμεν σε· μνήσθητι, Κύριε, πάσης ἐπισκοπῆς ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας, παντός του πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ παντὸς ἱερατικοῦ καὶ μοναχικοῦ τάγματος.
     Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῆς οἰκουμένης· ὑπὲρ τῆς ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας· ὑπὲρ τῶν ἐν ἁγνείᾳ καὶ σεμνῇ πολιτείᾳ διαγόντων· ὑπὲρ τῶν πιστοτάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων, παντός τοῦ παλατίου καὶ τοῦ στρατοπέδου αὐτῶν. Δὸς αὐτοῖς, Κύριε, εἰρηνικὸν τὸ βασίλειον, ἵνα καὶ ἡμεῖς ἐν τῇ γαλήνῃ αὐτῶν ἤρεμον καὶ ἠσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι].

     ν πρώτοις, μνήσθητι, Κύριε, τοῦ ἀρχιεπισκόπου ἡμῶν Χρυσοστόμου, ὅν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     Καὶ ὢν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.
ΧΟΡΟΣ
Καὶ πάντων καὶ πασῶν.
ΙΕΡΕΑΣ
     [Μνήσθητι, Κύριε, τῆς πόλεως/κώμης ταύτης, ἐν ᾗ παροικοῦμεν καὶ πάσης πόλεως/κώμης καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς. Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων· καὶ ἐπὶ πάντας ἡμᾶς τὰ ἐλέη σου ἐξαπόστειλον].

     Καὶ δὸς ἡμῖν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ
μήν.
ΙΕΡΕΑΣ
     Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων ὑμῶν.
ΧΟΡΟΣ
Καὶ μετὰ τοῦ πνεύματός σου.
ΔΙΑΚΟΝΟΣ
     Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     πὲρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     πως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ Θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν χάριν καὶ τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
[ΣΗΜΕΙΩΣΗ: Οἱ δεήσεις πού ἀκολουθοῦν δὲν πρὲπει κανονικὰ νὰ ἐκφωνοῦνται διότι δὲν ὑπῆρχαν ἐξ ἀρχῆς στὸ σημεῖο αὐτὸ. Παρεισήχθησαν πιθανότατα κατ’ ἐπίδρασιν τῆς Θ. Λειτουργίας τῶν Προηγιασμένων]

ΔΙΑΚΟΝΟΣ
     πὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     Τὴν ἡμέραν πάσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
ΧΟΡΟΣ
Παράσχου, Κύριε.
ΔΙΑΚΟΝΟΣ
     γγελον εἰρήνης, πιστὸν  ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
ΧΟΡΟΣ
Παράσχου, Κύριε.
ΔΙΑΚΟΝΟΣ
     Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
ΧΟΡΟΣ
Παράσχου, Κύριε.
ΔΙΑΚΟΝΟΣ
     Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
ΧΟΡΟΣ
Παράσχου, Κύριε.
ΔΙΑΚΟΝΟΣ
     Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
ΧΟΡΟΣ
Παράσχου, Κύριε.
ΔΙΑΚΟΝΟΣ
     Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
ΧΟΡΟΣ
Παράσχου, Κύριε.
ΔΙΑΚΟΝΟΣ
     Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΧΟΡΟΣ
Σοί, Κύριε.
ΙΕΡΕΑΣ
     [Σοὶ παρακατατιθέμεθα τὴν ζωὴν ἡμῶν ἅπασαν καὶ τὴν ἐλπίδα, Δέσποτα φιλάνθρωπε, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν· καταξίωσον ἡμᾶς μεταλαβεῖν τῶν ἐπουρανίων σου καὶ φρικτῶν μυστηρίων ταύτης τῆς ἱερᾶς καὶ πνευματικῆς τραπέζης μετὰ καθαροῦ συνειδότος, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς συγχώρησιν πλημμελημάτων, εἰς Πνεύματος ἁγίου κοινωνίαν, εἰς βασιλείας οὐρανῶν κληρονομίαν, εἰς παρρησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἤ εἰς κατάκριμα].

     Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παρρησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα καὶ λέγειν·
ΧΟΡΟΣ
     Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὀνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ΙΕΡΕΑΣ
     τι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ
μήν.
ΙΕΡΕΑΣ
Εἰρήνη πᾶσι.
ΧΟΡΟΣ
Καὶ τῷ πνεύματί σου.
ΔΙΑΚΟΝΟΣ
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
ΧΟΡΟΣ
Σοί, Κύριε.
ΙΕΡΕΑΣ
     [Εὐχαριστοῦμέν σοι, βασιλεῦ ἀόρατε, ὁ τῇ ἀμετρήτῳ σου δυνάμει τὰ πάντα δημιούργησας καὶ τῷ πλήθει τοῦ ἐλέους σου ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγών. Αὐτὸς, Δέσποτα, οὐρανόθεν ἔπιδε ἐπὶ τοὺς ὑποκεκλικότας σοι τὰς ἑαυτῶν κεφαλάς· οὐ γὰρ ἔκλιναν σαρκὶ καὶ αἵματι, ἀλλὰ σοί τῷ φοβερῷ Θεῷ. Σὺ οὖν, Δέσποτα, τὰ προκείμενα πᾶσιν ἡμῖν εἰς ἀγαθὸν ἐξομάλισον κατὰ τὴν ἑκάστου ἰδὶαν χρείαν· τοῖς πλέουσι σύμπλευσον· τοῖς ὁδοιποροῦσι συνόδευσον· τοὺς νοσοῦντας ἴασαι, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν].

     Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ
μήν.
ΙΕΡΕΑΣ
     [Πρόσχες, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών· καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου καὶ τοῦ τιμίου Αἵματος καὶ δι’ ἡμῶν παντὶ τῷ λαῷ.
     Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με (3)].
ΔΙΑΚΟΝΟΣ
Πρόσχωμεν.
ΙΕΡΕΑΣ
Τὰ ἅγια τοῖς ἁγίοις.
ΧΟΡΟΣ
 
   Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
(ψάλλει τὸ κοινωνικό τῆς ἡμέρας)

ΚυριακήΨαλμός ρμη΄ (148ος)
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶv οὐρανῶv. Ἀλληλούϊα.




Δευτέρα και στίς ἑορτές τῶν Ἁγίων Ἀγγέλων
Ψαλμός ργ΄ (103ος)
ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα,
καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ἀλληλούϊα.
Τρίτη και στίς ἑορτές τῶν Ἁγίων
Ψαλμός ρια΄ (111ος)
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
Τετάρτη και στίς ἑορτές τῆς Θεοτόκου
Ψαλμός ριε΄ (115ος)
Ποτήριον σωτηρίου λήψομαι,
καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.
Πέμπτη και στίς ἑορτές τῶν Ἁγίων Ἀποστόλων
Ψαλμός ιη΄ (18ος)
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.
Παρασκευή και στίς ἑορτές τοῦ Σταυροῦ
Ψαλμός ογ΄ (73ος)
Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστέ ὁ Θεός. Ἀλληλούϊα.
Σαββάτο και στά Ψυχοσάββατα
Ψαλμός ξδ΄ (64ος)
Μακάριοι οὕς ἐξελέξω καὶ προσελάβου Κύριε,
καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεὰν. Ἀλληλούϊα.
Την 1η Σεπτεμβρίου, ἀρχή τοῦ νέου ἐτκκλησιαστικοῦ ἔτους
Εὐλόγησον τόν στέφανον τοῦ ἐνιαυτοῦ της χρηστότητός σου Κύριε, Αλλήλούια
Του Σταυροῦ :
σημειώθη ἐφ΄ἡμᾶς τό φῶς τοῦ προσώπου σου Κύριε. Αλληλούια
Τῶν Χριστουγέννων
Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀλληλούια
Τῶν Θεοφανίων
πεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις
Τοῦ Εὐαγγελισμοῦ
ξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Ἀλληλούϊα.
Τῶν Βαΐων
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ἀλληλούϊα.
Τοῦ Μεγάλου Σαββάτου
ξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, καὶ ἀνέστη σῴζων ἡμᾶς· Ἀλληλούϊα.
Τῆς Ἁγίου Πάσχα
Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε.
ΣΗΜΕΙΩΣΗ:Το κοινωνικό τοῦ Πάσχα δέν ἔχει Ἀλληλούια ἐπειδή δέν εἶναι στίχος ἀπό τούς Ψαλμούς τοῦ Δαυίδ
Τῆς Ἀναλήψεως
νέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, Ἀλληλούϊα.
Τῆς Πεντηκοστῆς
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἀλληλούϊα.
Τοῦ Αγίου Πνεύματος
Τό Πνεῦμα σου το ἅγιον μή ἀντανἐλῃς ἀφ'ἡμῶν δεόμεθα, Φιλάνθρωπε. Αλληλούια
Των Ἁγίων Πάντων καί τῶν Δικαίων
 (ἁγίας Ἄννης κλπ)
γαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἀλληλούϊα.
Τῆς Μεταμορφώσεως
ν τῷ φωτὶ τῆς δόξης τοῦ προσώπου σου, Κύριε, πορευσόμεθα εἰς τὸν αἰῶνα. Ἀλληλούϊα.
Τῶν προηγιασμένων
 Γεύσασθε καί ἴδετε ὅτι χρηστός ὁ Κύριος. Αλληλούια
ΔΙΑΚΟΝΟΣ
     [Μέλισον, δέσποτα, τὸν ἅγιον ἄρτον].
ΙΕΡΕΑΣ
     [Μελίζεται καὶ διαμερίζεται ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ μελιζόμενος καὶ μὴ διαιρούμενος, ὁ πάντοτε ἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος, ἀλλὰ τοὺς μετέχοντας ἁγιάζων].
ΔΙΑΚΟΝΟΣ
[Πλήρωσον, δέσποτα, τὸ ἅγιον ποτήριον].
ΙΕΡΕΑΣ
[Πλήρωμα Πνεύματος ἁγίου].
ΔΙΑΚΟΝΟΣ
[Ἀμήν. Εὐλόγησον, δέσποτα, τὸ ζέον].
 ΙΕΡΕΑΣ
     [Εὐλογημένη ἡ ζέσις τῶν ἁγίων σου, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων].
ΔΙΑΚΟΝΟΣ
[Ἀμήν. Ζέσις Πνεύματος ἁγίου· ἀμήν].
ΙΕΡΕΑΣ – ΔΙΑΚΟΝΟΣ χαμηλόφωνα
ΣΗΜΕΙΩΣΗ:Τίς παρακάτω εὐχές μπορεῖ να διαβάζει δυνατά καί ὁ ἀναγνώστης πρίν τό κοινωνικόἤ κατά τή διάρκεια τῆς Θείας Κοινωνίας, εἰδικά τίς ἡμέρες πού μεταλαμβάνουν πολλοί πιστοί
     [Πιστεύω, Κύριε, καὶ ὁμολογῶ ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω, ὅτι τοῦτο αὐτὸ ἐστι τὸ ἀχράντον Σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἷμά σου. Δέομαι οὖν σου· ἐλέησόν με καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.
δοὺ, βαδίζω πρὸς θείαν κοινωνίαν·
πλαστουργέ, μὴ φλέξῃς μὲ τῇ μετουσίᾳ·
πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον·
ἀλλ’ οὖν κάθαρον ἐκ πάσης με κηλῖδος.
     Τοῦ δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ’ ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.
Θεουργὸν Αἷμα φρῖξον, ἄνθρωπε, βλέπων·
ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων·
Θεοῦ τὸ Σῶμα καὶ θεοῖ με καὶ τρέφει·
θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.
     θελξας πόθῳ με, Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι· ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, ἀγαθέ, παρουσίας σου.
     Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; Ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτὼν με ἐλέγχει, ὅτι οὔκ ἐστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν ἀγγέλων. Καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου καὶ σῶσόν με ὡς φιλάνθρωπος.
     Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά μοι γένοιτο τὰ Ἅγια ταῦτα διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ’ εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος καὶ εἰς ἀρραβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι· τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.
     Τοῦ δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ’ ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.
     Ἀδελφέ καὶ συλλειτουργέ, συγχώρησόν μοι τῷ ἁμαρτωλῷ.   
     Συγχωρήσατέ μοι, ἀδελφοὶ καὶ πατέρες, τῷ ἁμαρτωλῷ.
     Ἰδοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
     Μεταδίδοταί μοι…τῷ ἀναξίῳ πρεσβυτέρῳ, τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.
     Ἱεροδιάκονε, πρόσελθε].
ΔΙΑΚΟΝΟΣ
     [Ἰδοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῶ ἡμῶν. Μετάδος μοι, δέσποτα…τῷ ἀναξίῳ διακόνῳ, τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον].
ΙΕΡΕΑΣ
     [Μεταδίδοταί σοι…τῷ εὐλαβεστάτῳ διακόνῳ τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄφεσίν σου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον.
     Ἔτι μεταδίδοταί μοι…τῷ ἀναξίῳ πρεσβυτέρῳ, τὸ τίμιον καὶ πανάγιον καὶ ζωηρὸν Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.
     Τοῦτο ἤψατο τῶν χειλέων μου καὶ ἀφελεῖ τὰς ἀνομίας μου καὶ τὰς ἁμαρτίας μου περικαθαριεῖ.
     Ἱεροδιάκονε, ἔτι πρόσελθε].
ΔΙΑΚΟΝΟΣ
     [ Ἔτι προσερχομένῳ μετάδος μοι, δέσποτα…τῷ ἀναξίῳ διακόνῳ τὸ τίμιον καὶ πανάγιον καὶ ζωηρὸν Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον].
ΙΕΡΕΑΣ
     [Ἔτι μεταδίδοταί σοι…τῷ εὐλαβεστάτῳ διακόνῳ τὸ τίμιον καὶ πανάγιον καὶ ζωηρὸν Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄφεσίν σου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον.
     Τοῦτο ἤψατο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ].

(ΣΗΜΕΙΩΣΗ: Εἴθισται, κατά τὴν ὥρα αὐτὴ ὁ διάκονος νὰ λέει τὰ παρακάτω λόγια).

ΔΙΑΚΟΝΟΣ
     [Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν σταυρόν σου, Χριστέ προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ· διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ· σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
     Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
     Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς· μεθ’ ἡμῶν ἀψευδῶς γάρ ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ· ἥν οἱ πιστοί ἄγκυραν ἐλπίδος κατέχοντες ἀγαλλόμεθα.
     Ὢ Πάσχα τὸ μέγα καὶ ἱερώτατον Χριστέ· ὢ σοφία καὶ Λόγε τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.
     Ἀπόπλυνον, Κύριε, τὰ ἁμαρτήματα τῶν ἐνθάδε μνημονευθέντων δούλων σου τῷ Αἵματί σου τῷ ἁγίῳ· πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων].

Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.
ΧΟΡΟΣ
     μήν, ἀμήν, ἀμήν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
     Τοῦ δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ' ὡς ὁ ληστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.

ΙΕΡΕΑΣ
     (Μεταλαμβάνει ὁ/ἡ δοῦλος/η τοῦ Θεοῦ…) Σῶμα καὶ Αἷμα Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.
     Σῶσον ὁ Θεός τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
ΧΟΡΟΣ
(Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν).
     Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
 ΣΗΜΕΙΩΣΗ: Τίς δεσποτικές ¨εορτές ψάλλουμε τά ἀπολυτίκιο τῆς ἑορτῆς
΄ Τοῦ Σταυροῦ (14 ΣΕΠΤΕΜΒΡΙΟΥ)
Απολυτίκιο ἧχος Α΄
Σῶσον Κύριε τον λαόν σου και εὐλόγησον την κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατά βαρβάρων δωρούμενος και τό σόν φυλάττων διά τοῦ Σταυροῦ σου πολίτευμα

ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ (25 Δεκεμβρίου)
Ἀπολυτίκιο  Ἦχος δ'
 Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντό, Σέ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καί Σέ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι..

ΤΩΝ ΘΕΟΦΑΝΙΩΝ (6 Ἰανουαρίου)
Ἀπολυτίκιο Ἦχος Α΄
ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστεράς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεῖς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Του Αγίου Πάσχα καί κατά τήν Πασχάλιο περίοδο ήχος πλ.Α΄
Χριστός ἀνέστη ἐκ νεξρῶν , θανάτῳ θάνατον πατήσας καί τοῖς ἐν τοῖς μνήμασι ζωήν χαρισάμενος



ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ (40 ἡμέρες μετά το Πάσχα)
Ἀπολυτίκιο  Ἦχος δ'
νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἰ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.

ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ
(50 ἡμέρες ἀπό τό Πάσχα)
Ἀπολυτίκιο Ἦχος πλ. δ'
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

ΤΗΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ (6 Αὐγούστου)
Ἀπολυτίκιο  Ἦχος βαρύς
Μετεμορθώθης ἐν τῷ ὅρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο, Λᾶμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι

ΔΙΑΚΟΝΟΣ
[Ὕψωσον, δέσποτα].

     ΙΕΡΕΑΣ
[Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν].

Πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ
     Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετῶντας τὴν δικαιοσύνην σου.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
ΔΙΑΚΟΝΟΣ
     ρθοί· μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.
ΧΟΡΟΣ
Δόξα σοι Κύριε , δόξα σοι
ΔΙΑΚΟΝΟΣ
     ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι.
ΧΟΡΟΣ
Κύριε, ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
     Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΧΟΡΟΣ
Σοί, Κύριε.
ΙΕΡΕΑΣ
     [Εὐχαριστοῦμέν σοι, Δέσποτα φιλάνθρωπε, εὐεργέτα τῶν ψυχῶν ἡμῶν, ὅτι καὶ τῇ παρούσῃ ἡμέρᾳ κατηξίωσας ἡμᾶς τῶν ἐπουρανίων σου καὶ ἀθανάτων μυστηρίων. Ὀρθοτόμησον ἡμῶν τὴν ὁδόν· στήριξον ἡμᾶς ἐν τῷ φόβῳ σου τοὺς πάντας· φρούρησον ἡμῶν τὴν ζωήν· ἀσφάλισαι ἡμῶν τὰ διαβήματα, εὐχαῖς καὶ ἱκεσίαις τῆς ἐνδόξου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν ἁγίων σου].

     τι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ
μήν.
ΙΕΡΕΑΣ
ν εἰρήνῃ προέλθωμεν.
Τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον (3). Πάτερ ἅγιε, εὐλόγησον.

ΙΕΡΕΑΣ ΟΠΙΣΘΑΜΒΩΝΟΣ ΕΥΧΗ
     εὐλογῶν τοὺς εὐλογοῦντάς σε, Κύριε, καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου καὶ εὐλόγισον τὴν κληρονομίαν σου. Τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου· σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει, καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς ἄρχουσιν ἡμῶν, τῷ στρατῷ καὶ παντὶ τῷ λαῷ σου. Ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἐκ σοῦ τοῦ Πατρὸς τῶν φώτων· καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ
Ἀμήν.
     Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
     Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
     Τὸ ὄνομα Κυρίου εἴη εὐλογημένον,
     Ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

ΙΕΡΕΑΣ
     [Τὸ πλήρωμα τοῦ νόμου καὶ τῶν προφητῶν αὐτὸς ὑπάρχων, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πληρώσας πᾶσαν τὴν πατρικὴν οἰκονομίαν, πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν].

Τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΙΕΡΕΑΣ
     Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ’ ὑμᾶς τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ
μήν.
ΙΕΡΕΑΣ
Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
ΧΟΡΟΣ
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Πάτερ ἅγιε εὐλόγησον.

ΙΕΡΕΑΣ
(ἀναστὰς  ἐκ νεκρῶν)
     Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· τοῦ ἁγίου/τῆς ἁγίας…(τοῦ ναοῦ)· τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου/τῆς ἁγίας/τῶν ἁγίων…(γίνεται αναφορά στους αγίους της ἡμέρας) οὗ/ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
     Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεὸς, ἐλέησον ἡμᾶς.

ΧΟΡΟΣ
Ἀμήν.

ΙΕΡΕΑΣ
Ἡ ἁγία Τριὰς διαφυλάξοι πάντας ὑμᾶς.

ΧΟΡΟΣ
Τὸν εὐλογοῦντα καὶ ἁγιάζοντα ἡμᾶς. Κύριε, φύλαττε.Εἰς πολλὰ ἔτη.

ΙΕΡΕΑΣ
Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφ’ ἡμᾶς.

(μετὰ τὸ τέλος τῆς διανομῆς τοῦ ἀντιδώρου ἐπιλέγει:)

Τῇ αὐτοῦ χάριτι καὶ φιλανθρωπίᾳ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



ΕΠΙΜΕΤΡΟ
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΝΗΜΟΣΥΝΟΥ
ΣΗΜΕΙΩΣΗ: Μετά τήν ὀπισθάμβωνο εὐχή τελεῖται ἡ ακολουθία τοῦ μνημοσύνου
ΕΥΛΟΓΗΤΑΡΙΑ
Ἦχος πλ. α'
ΙΕΡΕΑΣ
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας, τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.
ΧΟΡΟΣ
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ' ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εἰκών εἰμι, τῆς ἀρρήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι, Παραδείσου πάλιν ποιῶν πολίτην με.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
νάπαυσον, ὁ Θεὸς τὸν δοῦλόν (τὴν δούλην) σου, καὶ κατάταξον αὐτόν (αὐτήν) ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τὸν κεκοιμημένον δοῦλόν (τὴν κεκοιμημένην δούλην) σου ἀνάπαυσον, παρορῶν αὐτοῦ (αὐτῆς) πάντα τὰ ἐγκλήματα.
ΙΕΡΕΑΣ
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Τὸ τριλαμπὲς τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα· φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.
ΧΟΡΟΣ
Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων . Ἀμήν.
Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι' ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.
 λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (3)
 Ἦχος πλ. δ'
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης) σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
ΙΕΡΕΑΣ
Μετά   πνευμάτων   δικαίων   τετελειωμένων,   τήν ψυχήν τοῦ δούλου  σου, [τῆς δούλης σου][τάς ψυχάς τῶν δούλων σου] Σῶτερ, ἀνάπαυσον,
φυλάττων αὐτήν [αὐτάς] εἰς τήν μακαρίαν ζωήν, τήν παρά σοι, φιλάνθρωπε.
ΧΟΡΟΣ
Εἰς τήν κατάπαυσιν σου, Κύριε, ὅπου πάντες οἱ Ἅγίοι σου  ἀναπαύονται,
ἀνάπαυσον καί  τήν ψυχήν τοῦ δούλου σου, [τῆς δούλης σου][τάς ψυχάς τῶν δούλων σου]  ὅτι μόνος ὑπάρχεις ἀθά­νατος.
ΙΕΡΕΑΣ
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Σύ εἶ ὁ Θεός ἡμῶν, ὁ καταβάς εἰς Ἅδην,καί τάς ὀδύνας  λύσας  τῶν  πεπεδημένων,  αὐτός   και την ψυχήν τοῦ δούλου Σου, [τῆς δούλης σου][τάς ψυχάς τῶν δούλων σου] Σῶτερ, ἀνάπαυσον
ΧΟΡΟΣ
καί νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
  μόνη ἁγνή καί ἅχραντος Παρθένος,ἡ  Θεόν ἀφράστως κυήσασα,πρέσβευε ὑπέρ τοῦ σωθῆναι τήν ψυχήν τοῦ  δούλου σου. [τῆς δούλης σου][τάς ψυχάς τῶν δούλων σου]
ΔΙΑΚΟΝΟΣ
λέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
ΧΟΡΟΣ
Κύριε ἐλέησον
Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου [τῆς κεκοιμημένης δούλης] [τῶν κεκοιμημένων δούλων]τοῦ Θεοῦ                                      καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ [αὐτῇ] πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
πως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ [αὐτῆς ] [αὐτῶν] ἔνθα οἱ δίκαιοι ἀναπαύονται, τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἄφεσιν τῶν αὐτοῦ [αὐτῆς ] [αὐτῶν] ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
ΔΙΑΚΟΝΟΣ
Τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ
 
Κύριε, ἐλέησον.
ΙΕΡΕΑΣ
 
Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας τὸν δὲ διάβολον καταργήσας  καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, αὐτός, Κύριε, ἀνάπαυσον καὶ τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου σου [τῆς κεκοιμημένης δούλης σου] [τῶν κεκοιμημένων δούλων σου](.........), ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ’ αὐτοῦ [αὐτῆς][αὐτῶν]πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος ὅς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος, Κύριε, ἐκτὸς ἁμαρτίας ὑπάρχεις, ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ λόγος σου ἀλήθεια.
τι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ μακαρία ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου [τῆς κεκοιμημένης δούλης] [τῶν κεκοιμημένων δούλων σου] σου ................................ Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καί, ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ
Ἀμήν.
ΙΕΡΕΑΣ
 
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
καὶ νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν ἔχων ὡς ἀθάνατος Βασιλεύς, καὶ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων ἐνδόξων Προπατόρων Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, τοῦ ὁσίου καὶ δικαίου φίλου αὐτοῦ Λαζάρου τοῦ τετραημέρου, καὶ πάντων τῶν Ἁγίων, τὴν ψυχὴν τοῦ ἐξ ἡμῶν μεταστάντος δούλου [τῆς ἐξ ἡμῶν μεταστάσης δούλης] αὐτοῦ, ἐν σκηναῖς δικαίων τᾶξαι, ἐν κόλποις , Ἀβραὰμ ἀναπαῦσαι, καὶ μετὰ δικαίων συναριθμῆσαι ἡμᾶς δ' ἐλεῆσαι καὶ σῶσαι ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
 Αἰωνία ἡ μνήμη , αἰωνία ἡ μνήμη, αἰωνία αὐτοῦ [αὐτῆς ] [αὐτῶν] ἡ μνήμη
Αἰωνία σου ἡ μνήμη ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφὲ [ἀδελφή] ἡμῶν. [Αἰωνία ὑμῶν ἡ μνήμη ἀξιομακάριστοι καὶ ἀείμνηστοι ἀδελφοί ἡμῶν] (3)

2. ΥΜΝΟΙ ΚΑΤΑ ΤΗ ΔΙΑΝΟΜΗ ΤΟΥ ΑΝΤΙΔΩΡΟΥ Η ΣΕ ΑΛΛΕΣ ΠΕΡΙΣΤΑΣΕΙΣ
ΠΟΛΥΕΛΕΟΣ(ψαλμός 135) ΤΩΝ ΔΕΣΠΟΤΙΚΩΝ ΕΟΡΤΩΝ
ΗΧΟΣ ΠΛ.Α’
Ἐξομολογεῖσθε τῷ Κυρίω ὅτι ἀγαθός, Ἀλληλούια, ὅτι εἰς τόν αἰῶνα τό ἔλεός αὐτοῦ, Ἀλληλούια.
ξομολογεῖσθε τῷ Θεῷ τῶν Θεῶν, Ἀλληλούια, ὅτι εἰς τόν αἰῶνα τό ἔλεός αὐτοῦ,  Ἀλληλούια …
ξομολογεῖσθε τῷ Κυρίω των κυρίων, Ἀλληλούια, ὅτι εἰς τόν αἰῶνα τό ἔλεός αὐτοῦ,  Ἀλληλούια..
Τῷ ποιήσαντι τούς οὐρανούς ἐν συνέσει, Ἀλληλούια, ὅτι εἰς τόν αἰῶνα τό ἔλεός αὐτοῦ, Ἀλληλούια .

ΗΧΟΣ Δ΄ΛΕΓΕΤΟΣ
Τῷ στερεώσαντι τήν γῆν ἐπί τῶν ὑδάτων , Ἀλληλούια, ὅτι εἰς τόν αἰῶνα τό ἔλεός αὐτοῦ,  Ἀλληλούια.
Τῷ ποιήσαντι φῶτα μεγάλα μόνω, Ἀλληλούια, ὅτι εἰς τόν αἰῶνα τό ἔλεός αὐτοῦ, Ἀλληλούια .
Τόν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, Ἀλληλούια, ὅτι εἰς τόν αἰῶνα τό ἔλεός αὐτοῦ, Ἀλληλούια .
Τήν σελήνην καί τούς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός , Ἀλληλούια, ὅτι εἰς τόν αἰῶνα τό ἔλεός αὐτοῦ, Ἀλληλούια .
Καί ἐξαγαγόντι τόν Ἱσραήλ ἐκ μέσου αὐτῶν, Ἀλληλούια, ὅτι εἰς τόν αἰῶνα τό ἔλεός αὐτοῦ, Ἀλληλούια .
ΗΧΟΣ Δ  ΑΓΙΑ ΜΕ ΚΛΙΤΟΝ
Τῷ καταδιελόντι τήν Ἐρυθράν θάλασσαν εἰς διαιρέσεις, Ἀλληλούια, ὅτι εἰς τόν αἰῶνα τό ἔλεός αὐτοῦ, Ἀλληλούια .
Καί διαγαγόντι τόν Ἱσραήλ διά μέσου αὐτῆς , Ἀλληλούια, ὅτι εἰς τόν αἰῶνα τό ἔλεός αὐτοῦ, Ἀλληλούια .
Καί ἐκτινάξαντι Φαραώ καί τήν Δύναμιν αὐτοῦ εἰς θάλασσαν Ἐρυθράν . Ἀλληλούια, ὅτι εἰς τόν αἰῶνα τό ἔλεός αὐτοῦ,Ἀλληλούια.

ΗΧΟΣ ΠΛ.Δ
Τῷ πατάξαντι βασιλεῖς μεγάλους , Ἀλληλούια, ὅτι εἰς τόν αἰῶνα τό ἔλεός αὐτοῦ, Ἀλληλούια .
Καί ἀποκτείναντι βασιλεῖς κραταιούς, Ἀλληλούια, ὅτι εἰς τόν αἰῶνα τό ἔλεός αὐτοῦ,  Ἀλληλούια .
τι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, Ἀλληλούια, ὅτι εἰς τόν αἰῶνα τό ἔλεός αὐτοῦ,  Ἀλληλούια .
Καί ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, Ἀλληλούια, ὅτι εἰς τόν αἰῶνα τό ἔλεός αὐτοῦ, Ἀλληλούια .
διδούς τροφήν πᾶσι σαρκί, Ἀλληλούια, ὅτι εἰς τόν αἰῶνα τό ἔλεός αὐτοῦ, Ἀλληλούια
ξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ , Ἀλληλούια, ὅτι εἰς τόν αἰῶνα τό ἔλεός αὐτοῦ, Ἀλληλούια ..

ΠΟΛΥΕΛΕΟΣ ΤΩΝ ΘΕΟΜΗΤΟΡΙΚΩΝ ΕΟΡΤΩΝ
ἦχος πλ. Δ΄
Λόγον ἀγαθόν Ἀλληλούια
Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Χαῖρε Παντάνασσα , πανύμνητε, μήτηρ Χριστοῦ του Θεοῦ. Ἀλληλούια.
Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Χαῖρε βασίλισσα τῶν ἀγγέλων, Δέσποινα τοῦ κόσμου. Ἀλληλούια.
  γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Χαῖρε τῶν προφητῶν τό  κήρυγμα,  πατριαρχῶν ἡ δόξα. Ἀλληλούια.
ραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Χαῖρε ἀγνή Παρθένε , Θεόνυμφε Δέσποινα.Ἀλληλούια.
ξεχύθη χάρις ἐν χείλεσί σου· Χαῖρε ἄσπιλε, ἀμόλυντε,ἄφθορε Παναγία. Ἀλληλούια.
Τό προσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ
κουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου . Χαῖρε Παράδεισε ἁγιώτατε, χαῖρε νύμφη ἀνύμφευτε. Ἀλληλούια.
ΠΟΛΥΕΛΕΟΣ ΣΤΙΣ ΜΝΗΜΕΣ ΤΩΝ ΑΓΙΩΝ
Ἦχος πλ.α΄
Δοῦλοι, Κύριον, Ἀλληλούια. Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύριον, Ἀλληλούια.
Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Ἀλληλούια
Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος· Ἀλληλούια.
Ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν· Ἀλληλούια
τι τὸν ᾿Ιακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, ᾿Ισραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ. Ἀλληλούια .
τι ἐγὼ ἔγνωκα ὅτι μέγας ὁ Κύριος, Ἀλληλούια.
Καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς. Ἀλληλούια.
Πάντα, ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, Ἀλληλούια
ν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις· Ἀλληλούια .
νάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν· Ἀλληλούια
  ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ, Ἀλληλούια .
ς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου. Ἀλληλούια.
πὸ ἀνθρώπου ἕως κτήνους. . Ἀλληλούια.
ξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε, . Ἀλληλούια.
ν Φαραῴ καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ. Ἀλληλούια.
ς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς. Ἀλληλούια.
 Τὸν Σηὼν βασιλέα τῶν ᾿Αμορραίων . Ἀλληλούια.
Καὶ τὸν ῍Ωγ βασιλέα τῆς Βασὰν. Ἀλληλούια.
Καὶ πάσας τὰς βασιλείας Χαναάν . Ἀλληλούια.
Καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν, . Ἀλληλούια.
Κληρονομίαν ᾿Ισραὴλ λαῷ αὐτοῦ . Ἀλληλούια.
Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. . Ἀλληλούια.
τι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται. Ἀλληλούια.
Τά εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων·. Ἀλληλούια.
Στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται, . Ἀλληλούια.
τα ἔχουσι καὶ οὐκ ἐνωτισθήσονται, οὐδὲ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν. Ἀλληλούια.
μοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτοῖς. . Ἀλληλούια.
Οἶκος ᾿Ισραήλ, εὐλογήσατε τὸν Κύριον·. Ἀλληλούια.
Οἶκος ᾿Ααρών, εὐλογήσατε τὸν Κύριον. Ἀλληλούια
Οἶκος Λευΐ, εὐλογήσατε τὸν Κύριον·
Οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον. Ἀλληλούια.
Εὐλογητὸς Κύριος ἐκ Σιών, ὁ κατοικῶν ῾Ιερουσαλήμ . Ἀλληλούια.